Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.705
Not analysed yet
ῥοπαῖς, καὶ συντεθεῖσθαι μᾶλλον εὐσυναρπάστως οἷς ἔφη καὶ πέπραχεν· εἰσεδέχθη δὲ καὶ παρ' ὑμῶν τὸ πλανᾶσθαι πόθεν; κατὰ τίνα δὲ τρόπον ἐξηπάτησθε καὶ αὐτοί; τί δὲ τὸ τῆς πρὸς ἡμᾶς ἐξελκύσαν ἀγάπης, καίτοι ταῖς ἴσαις ἡμῖν ἀπειθείαις κατεσκληκότας; ὑπεμφαίνειν γὰρ οἶμαί τι τοιοῦτον τῶν Φαρισαίων τὸ ῥῆμα. Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ' ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσιν. Ἐπὶ τὴν συνήθη πάλιν ἀλαζονείαν ἐκπίπτουσιν, ἀμαθίας μὲν ἐπιῤῥιπτοῦντες γραφὴν τοῖς ὡς τερατουργοῦντα καὶ εἰσηγούμενον τὰ θεοπρεπῆ καταπεπληγμένοις τὸν Ἰησοῦν, νομομαθείᾳ δὲ καὶ ἐπιστήμῃ τῶν ἱερῶν γραμμάτων μόνας τὰς ἑαυτῶν καταστέφοντες κεφαλάς· ὅτι δὲ μὴ συναινοῦσιν αὐτοὶ τοῖς ὀρθῶς ἐκεῖνα θαυμάζουσι, διὰ πάσης ἰέναι πιστεύουσιν ἀρετῆς. ὥσπερ δὲ τοῦ νόμου κελεύοντος τῶν ἀξιαγάστων κατηγορεῖν, καὶ τοῖς ἐπέκεινα θαύματος κρίσιν ἐπάγειν ἀντίστροφον, οὐ μετρίως ἁβρύνονται παραπαίοντές τε καὶ πρὸς πᾶσαν ἀπαιδευσίαν ἐκ πολλῆς ἄγαν τῆς ἐλαφρίας εὐκόλως διαῤῥιπτούμενοι. ὅθεν δὲ μᾶλλον ἐχρῆν ἐπιγινώσκειν αὐτοὺς ἤδη παρόντα τὸν Ἰησοῦν, ἐκεῖθεν ἑαυτοὺς ἀδικοῦντες ἁλίσκονται, καὶ βαρύνουσι τὸν κλοιὸν ἑαυτῶν, κατὰ τὸ γεγραμμένον· "Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω"ράνθησαν." καίτοι πολύ τι τὸ ἄμεινον ἦν, μὴ εἰδέναι τὸν νόμον ὁμολογεῖν, ἢ εἰδέναι καλῶς οἰομένους καὶ φάσκοντας, εἶτα τὸν δι' αὐτοῦ κηρυττόμενον ἀτιμάζοντας, πικροτέρᾳ περιπίπτειν τῇ δίκῃ, καὶ ἀφύκτοις ἐγκαταπείρεσθαι κακοῖς.