Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.706
Not analysed yet
ὁ γὰρ εἰδὼς, φησὶ, τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. οὐκοῦν εἰδέναι τὸν νόμον ὁμολογήσαντες, αὐτοὶ τῆς αὐτῶν ἀπειθείας κατηγορεῖν ἐγνώκασι, διαγελῶσι δὲ τὸν ὄχλον ὡς ἀμαθῆ, διά τε τοῦτο τοῖς τοῦ Σωτῆρος ἡμῶν σεσαγηνευμένον θαύμασιν· εἶτα τοῖς ἐκ νόμου διηγήμασι μεταπείθειν οὐκ ἔχοντες, ἀλαζόνως ὑβρίζουσιν ἀπαιδεύτους ὀνομάζοντες τοὺς ἑτοίμους εἰς σύνεσιν. τοῦτο γὰρ ἔθος ἀεὶ τοῖς τῶν διδασκάλων ἀμαθεστέροις, οἱ μηδὲν ἔχοντες τῶν ζητουμένων εἰπεῖν, ὀργαῖς ἀποκρούοντες τῶν φιλοπευστούντων τὴν ἀκρίβειαν. ἐπαράτους δὲ εἶναί φασι τοὺς πιστεύοντας, αὐτοὶ καθ' ἑαυτῶν δικαιότερον ἂν τοῦτο λέγειν ἀναπεπεισμένοι. τὸ γὰρ ἐπάρατον εἶναι τὸν ἀπειθῆ πρεπωδέστερον δὴ, εἰπόντος τοῦ νομοθέτου σαφῶς, ὡς περὶ προφήτου τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ "Καὶ ἔσται ὃς ἂν μὴ ἀκούσῃ ὅσα "ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐξολο"θρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς." Λέγει πρὸς αὐτοὺς Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ' αὐτοῦ καὶ γνῷ τί ποιεῖ; Εἷς μὲν ὁ Νικόδημος τῶν ἡγουμένων ἐστὶ, καὶ τοῖς ἀρχὴν λαχοῦσιν ἐναρίθμιος, πλὴν οὐχ ὁλοκλήρως ἀπειθὴς, οὐδὲ ταῖς ἐκείνων ἀπονοίαις εἰς ἅπαν ἁμιλλώμενος, κατανενυγμένος δὲ ἤδη, καὶ ἐλευθέραν μὲν οὔπω τὴν εἰς Χριστὸν ἀγάπην ἔχων, πλὴν ἠρέμα τοὺς ἀπὸ τοῦ συνειδότος ἐλέγχους δυσωπούμενος. ὅτι γὰρ καὶ διὰ νυκτὸς δὲ ἀφίκετο πρὸς αὐτὸν, καὶ ἐγνωκέναι σαφῶς διεβεβαιώσατο ὡς παρὰ Θεοῦ τε ἥκει διδάσκαλος, καὶ ὡς οὐδεὶς ἂν δύναιτο