Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.707
Not analysed yet
τοιαῦτα σημεῖα ποιεῖν, εἰ μὴ Θεὸν ἔχοι μεθ' ἑαυτοῦ, πάντας οἶμαι μαθεῖν, τοῦτο σαφῶς εἰρηκότος ἐν ἀρχῇ τοῦ μακαρίου Εὐαγγελιστοῦ. συντεθαυμακὼς τοιγαροῦν τοῖς ὄχλοις τὸν Ἰησοῦν, ὑποπλήττεταί πως ἐπάρατος σὺν ἐκείνοις ἀποκεκλημένος. δεινὸν γὰρ ἀναπεῖσαι τὸ συνειδὸς ἐν τοῖς παρὰ γνώμην ἠρεμεῖν. ὡς οὖν ἐπὶ τούτῳ λελυπημένος, ἀντεπάγει τὴν ἴσην ὕβριν αὐτοῖς, ἐμφανῶς μὲν οὔπω, λόγοις δὲ τοῖς ἐκ νόμου τὸ πιθανὸν ἔχουσαν, καὶ οὐ σφόδρα γυμνὴν ἀντεξάγων τὴν ἀγανάκτησιν. τοῦ γὰρ νόμου, φησὶν, ἐφ' ἑκάστῳ τῶν ζητουμένων πραγμάτων τό "Καὶ ἐκζητήσεις" ἀκριβῶς καὶ σαφῶς, εἰ γέγονε τὸ πρᾶγμα τοῦτο, τοῖς δικάζουσι λέγοντος, προαλῶς κατεκρίνατε τοὺς οὔπω κεκλημένους εἰς κρίσιν, καὶ πρίν τι τῶν παρ' ἐκείνων ἀκοῦσαι ῥημάτων, προχειροτάτην οὕτω τὴν ψῆφον ἐπάγετε. ὑμεῖς οὖν ἄρα, φησὶν, οἱ ἀληθέστερον ἐπάρατοι καταφρονοῦντες τοῦ νόμου. γέγραπται γάρ "Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις "ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτά." δι' ὧν δὲ πάλιν ἀγανακτεῖ καταδικαζόντων τοῦ δήμου τῶν Φαρισαίων διὰ μόνον τὸ θαυμάσαι τὸν Ἰησοῦν, δῆλος ἂν εἴη τοῖς πιστεύουσι συναινῶν. αἰδὼ μὲν γὰρ ἔτι νοσῶν ἐπιζήμιον, οὔπω τε κεράσας τῷ ζήλῳ τὴν παῤῥησίαν, γυμνὴν οὐχ ὁρᾶσθαι τὴν ἐνοῦσαν αὐτῷ πίστιν ἐφίησι, σκοτεινῷ δὲ ὥσπερ ἀμφίῳ τῇ ὑποκρίσει περιβαλὼν, λανθάνει πως ἔτι συναγορεύων Χριστῷ· χαλεπὸν δ' οὖν ὅμως νόσημα νοσεῖ. χρὴ γὰρ πιστεύειν ἀνυποστόλως, καυχωμένους μᾶλλον ἤπερ αἰσχυνομένους, καὶ διαφανῆ μὲν παῤῥησίαν ἐπιτηδεύοντας,