Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.708
Not analysed yet
ὑπόκρισιν δὲ παραιτουμένους τὴν δουλοπρεπῆ· διὰ γάρ τοι τοῦτο καὶ ὁ σοφὸς διωρίζετο Παῦλος ἐργάτην ἀνεπαίσχυντον δεῖ εἶναι τὸν ὀρθοτομοῦντα τῆς ἀληθείας τὸν λόγον· καὶ αὐτὸς δέ που φησὶν ἐν ἑαυτῷ τὴν ἀρετὴν διαλάμπουσαν ἐπιδεικνύς "Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις "γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι." γέγονε τοίνυν· ἐρῶ γὰρ αὖθις ἀναλαβών· πικρὸς ὁ τοῦ Νικοδήμου λόγος· ὅτου γὰρ χάριν ταῖς τῶν Φαρισαίων φωναῖς αὐτὸς ἀντεπράττετο μόνος λέγων, καίτοι πολλοὺς ἔχοντος καὶ ἑτέρους τοῦ μιαιφόνου συστήματος; ἀλλ' ἔστι δῆλον παντί τῳ λοιπὸν, ὡς ἐπείπερ τοῖς θαυμάζουσι τὸν Χριστὸν ἐναρίθμιος ἦν, ἐπαράτους ἀνταποφαίνει τοὺς οἷς ἥκιστα ἐχρῆν ἀνοσίως ἐπάγοντας τὴν ἀράν. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας ἐγήγερται. Ἰουδαῖος, φησὶν, ὑπάρχων καὶ αὐθιγενὴς, τί τὴν Γαλιλαίων ἀπειρίαν ὑπέδυς, καὶ τοῖς ἀγνοήσασι παντελῶς τὰ ἡμέτερα συναμαθαίνεις ἐκτόπως; ὁμιλήσας δὲ ὅτι μάλιστα τοῖς ἱερωτάτοις γράμμασι, καὶ τοῖς ἐν νόμων διατάγμασιν ὑπάρχων ἐντριβὴς, πόθεν οὐκ ἔγνως, φησὶν, ὡς οὐκ ἔστι προσδοκᾶν προφήτην ἐκ Γαλιλαίων; σκοπὸς μὲν οὖν τοῖς τῶν Φαρισαίων λόγοις ἐνυπάρχει τοιοῦτος. ἀθρητέον δὲ πάλιν ἐκεῖνο· οἱ γὰρ τοὺς ὄχλους ὡς εἰδότας οὐδὲν ὧν ἐχρῆν ἐξεπίστασθαι διαπτύοντες, καὶ ἐπὶ πολλῇ λίαν ἀμαθίᾳ καταιτιώμενοι, καταμυσαττόμενοί τε καὶ ἀπαιδεύτους ἀποκαλοῦντες ὑπερηφάνως, αὐτοὶ τὰ χείρω νοσοῦντες ἁλίσκονται, καὶ τῆς ἐκείνων ἀπει-