Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.709
Not analysed yet
ρίας κατ' οὐδένα ἐπενεγκόντες τρόπον. ἐκεῖνοι μὲν τὰ διὰ Χριστοῦ λαβόντες θαύματα, καὶ συλλέγοντες ἤδη πως κατὰ βραχὺ τὴν ἐπ' αὐτῷ πίστιν, ποτὲ μὲν ἔφασκον "Ὁ Χριστὸς "ὅταν ἔλθῃ, μή τι πλείονα σημεῖα ἔχει ποιῆσαι ὧν οὗτος "ἐποίησεν;" ποτὲ δὲ πάλιν τῆς οὕτως ὀρθῆς ἐξελκόμενοι γνώμης, ἀπὸ μόνης ἐσφάλλοντο τῆς Ναζαρὲτ πρὸς τῇ Γαλιλαίων κειμένης, ἐν ᾗ ἐντεθράφθαι τὸν Κύριον ἡ θεία διαγορεύει γραφή· ἔφασκόν τε διὰ τοῦτο "Μὴ γὰρ ἐκ τῆς "Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ "σπέρματος Δαυεὶδ καὶ ἀπὸ Βηθλεὲμ, τῆς κώμης ὅπου ἦν "Δαυεὶδ, ὁ Χριστὸς ἔρχεται;" οἱ δὲ πλατὺ γελῶντες ἐπὶ ταῖς τῶν δήμων ἀπαιδευσίαις, ἐπαράτους δὲ διὰ τοῦτο καλοῦντες αὐτοὺς, τῆς ἐκείνων ἀγνοίας οὐκ ἦσαν ἐν ἀμείνοσιν. ἰδοὺ γὰρ καὶ αὐτοί φασιν Ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Εἴποι δ' ἄν τις πρὸς αὐτοὺς ἐπὶ τούτοις εὐλόγως κεκινημένος Ὦ τὸ νικᾶν ἐν ἀπαιδευσίᾳ παραχωροῦντες οὐδενὶ, ἄτευκτοι καὶ σκληροὶ, ποῦ τῆς ὑμετέρας ὀφρύος καύχημα σοφίας ἴχνος ἐν ὑμῖν; ποῦ δὲ τοῖς νομομαθέσιν ἡ πρέπουσα σύνεσις; οὐ γὰρ ἐνδοιάζειν ἐχρῆν ἐπὶ τῷ Σωτῆρι Χριστῷ, καταπείθεσθαι δὲ μᾶλλον οὐδὲν ὅλως ἀναδυομένους τῷ Θεῷ καὶ Πατρὶ λέγοντι περὶ αὐτοῦ πρὸς τὸν ἅγιον Μωυσέα, ὅτι "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν "ὥσπερ σε." τὸ δέ Ἐκ τῶν ἀδελφῶν αὐτῶν, πῶς οὐχὶ πάντως εἶναι χρῆν ἐκ τῶν Ἰουδαίων καὶ ἐξ Ἰσραήλ; ἄλλωστε τῶν μὲν θύραθεν οὐ δεήσεσθε κατηγόρων, αὐτοὶ δὲ δι' ἑαυτῶν ἀσυνετοῦντες ἐξελεγχθήσεσθε. διδάσκοντος