Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.710
Not analysed yet
μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ διαῤῥήδην εἰπόντος "Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα "τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με," πικρὰ μὲν τότε διελογίζεσθε, θυμὸν δὲ τούτοις οὐ μέτριον ἐπωδίνοντες, ἐλέγετε πάλιν "Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ "ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει "ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;" ὅτε τοίνυν ὡμολόγηκας ἐναργῶς εἰδέναι σαφῶς τὸν πατέρα καὶ τὴν μητέρα, ᾔδεις που πάντως τοῦτον ἀπὸ ῥίζης ὄντα τῆς ἐξ Ἰσραήλ· πῶς οὖν Γαλιλαῖον εἶναι φῂς τὸν ἐξ Ἰουδαίων; πῶς ἀλλογενὴς ὁ ἐξ Ἰσραήλ; οὐ γὰρ δὴ τὸ ἐν τῇ Γαλιλαίᾳ ἐντεθράφθαι χώρᾳ, καὶ χρόνους ἐνδεδιητῆσθαί τινας, τοῦτο δὴ πάντως καὶ τοῦ γένους ἐξίστησι καὶ τὸν ἐξ Ἰσραὴλ, ἐπεὶ τὸ κωλύον οὐδὲν Ἰουδαῖον εἶναι τὸ γένος τὸν ἐκ Γαλιλαίων ὁρμώμενον, εἰ πρὸς τὴν τῶν Ἰουδαίων ἀφίκοιτο χώραν. εἰκαῖον οὖν ἄρα τὸ λέγειν τοὺς οἰησίφρονας Φαρισαίους περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. μᾶλλον γὰρ ἔδει ζητεῖν πῶς ἂν εἴη Γαλιλαῖος ὁ ἐξ Ἰουδαίων, οὕτω τε λοιπὸν ἐννοεῖν τὴν εἰς Ναζαρὲτ ἀνατροφὴν, καὶ μὴ διὰ τοῦτο τοῦ πιστεύειν ἀποφοιτᾶν. Ἐπιτηρητέον δὲ πάλιν ὡς οὐδαμόθεν ἔχοντες ἐπισκήπτειν τοῖς θαύμασι τοῖς παρ' αὐτοῦ, καίτοι πρὸς ἀκροτάτην ἠκονημένοι δυσμένειαν, ἀπὸ μόνης ἀντιλέγουσι τῆς χώρας, ἐπείπερ ἦν ἐκ τῆς Γαλιλαίας κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ὑπόνοιαν. λελυμένης οὖν ἄρα τῆς ἐντεῦθεν αὐτοῖς ὑποψίας, ἡ πίστις ἤδη λοιπὸν οὐκ ἀμφίβολος, εἴπερ ἦσαν σοφοί.