Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.711
Not analysed yet
Πάλιν οὖν ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὥσπερ ἐλέγομεν πρέποντα τοῖς περὶ τῆς ἑορτῆς γεγραμμένοις πεποιῆσθαι τὸν λόγον τὸν Ἰησοῦν, ὅτε κατὰ τὴν ἐσχάτην ἡμέραν εἱστήκει βοῶν "Εἴ τις διψᾷ, ἐρχέσθω πρός "με καὶ πινέτω," ἐπείπερ χειμάῤῥου τὸ Μωυσέως διεμέμνητο λόγιον· οὕτω καὶ νῦν ἐπικαιροτάτην ποιεῖται τὴν ἐξήγησιν, καὶ τῇ τῶν πραγμάτων φύσει χρεωστουμένην. ἐπειδὴ γὰρ συναφραίνοντας τοῖς ὄχλοις ἐθεᾶτο τοὺς διδασκάλους, καὶ τοὺς γελῶντας τοῖς γελωμένοις νοσοῦντας τὰ παραπλήσια, μιᾷ δὲ ὥσπερ νυκτὶ τῇ τῆς ἀμαθίας βεβαπτισμένους, καὶ ζητοῦντας μὲν ἐπιχειρεῖν τὸ ἐπ' αὐτῷ μυστήριον, εὑρίσκοντας δὲ τὸ παράπαν οὐδὲν, τὴν αἰτίαν ὥσπερ τῆς ἐνούσης αὐτοῖς ἀσυνεσίας εἰς μέσον ἄγει βοῶν Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. διὰ πάσης, φησὶ, τῆς ἁγίας ἰόντες γραφῆς, καὶ τὰ ἐπ' ἐμοὶ διὰ τῶν προφητῶν εἰρημένα βασανίζειν οἰόμενοι, πολὺ τῆς ὁδοῦ τῆς ζωῆς διασφάλλεσθε. καὶ θαυμαστὸν οὐδέν· οὐ γάρ ἐστιν ἐν ὑμῖν ὁ ἀποκαλύπτων μυστήρια, καὶ πάντα καταφωτίζων τὸν κόσμον, ἡλίου τε δίκην εἰς τὰς τῶν δεχομένων αὐτὸν καταλάμπων καρδίας. τὸν δὲ οὐκ ἔχοντα φῶς ἐν ἑαυτῷ τὸ θεῖον καὶ νοητὸν ἀνάγκη δὴ πάντως ἐν σκότῳ περιπατεῖν, καὶ πολλοῖς διὰ τοῦτο περιπταίειν τοῖς ἀτοπήμασιν. ὅτι δὲ φῶς κατὰ φύσιν ἐστὶν ὁ Μονογενὴς, ὡς ἐκ φωτὸς τοῦ κατὰ φύσιν ἀναλάμψας τοῦ Θεοῦ καὶ Πατρὸς, διὰ μακρῶν ἡμῖν δέδεικται λόγων ἐν τῷ πρώτῳ βιβλίῳ, ῥητοῦ προτεθέντος Ἦν τὸ φῶς τὸ ἀληθινόν. Ἀθρητέον δὲ πάλιν ὅτι φῶς ἑαυτὸν εἶναί φησιν οὐκ ἰδίως ἢ ἀφωρισμένως τῶν ἐξ Ἰσραὴλ, ἀλλ' ὅλου τοῦ κόσμου. καὶ πρᾶγμα μὲν διὰ τούτου φησὶν ἀληθέστατον· αὐτὸν γὰρ