Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.712
Not analysed yet
εἶναί φαμεν τὸν ὅλῃ τῇ φύσει τὸ νοητὸν ἐνιέντα φῶς, καὶ ὥσπερ τινὰ σπέρματος καταβολὴν παντὶ τῷ κεκλημένῳ πρὸς γένεσιν τὴν ἀνθρώπῳ πρέπουσαν ἐνσπείροντα σύνεσιν, κατὰ τὸ εἰρημένον περὶ αὐτοῦ "Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ "φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον." πλὴν οἶμαί τι τῷ λόγῳ πάλιν ἐγκατακεχῶσθαι πικρόν. εἰ γὰρ μή τι τοιοῦτον ὠδίνει τὸ εἰρημένον, ἔδει μόνον εἰπεῖν Ἐγώ εἰμι τὸ φῶς. ἐπειδὴ δὲ τοῦ κόσμου προστέθεικεν, οἶμαι δή τι τοιοῦτον αὐτὸν ὑπαινίττεσθαι καὶ νῦν ἐθέλειν. ἦν μὲν γὰρ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, καὶ ἐν μόνῳ δὲ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, βαθὺς δὲ ὥσπερ τὴν ἑτέραν ἅπασαν γῆν κατεπίμπλη σκότος, οὐδενὸς τῶν ἐν τῷ κόσμῳ τὸ θεῖόν τε καὶ οὐράνιον ἔχοντος φῶς, πλὴν ὅτι μόνου τοῦ Ἰσραήλ. ἀλλ' ὥσπερ τὸ τηνικάδε πάντων ὁμοῦ τῶν ἐθνῶν τῶν ἐν τῷδε τῷ κόσμῳ τῆς θεογνωσίας ἐξῳκισμένων, καὶ ὥσπερ ἐν ἰδίᾳ τινὶ τάξει κειμένων, "Ἐγενήθη λαὸς Κυρίου "μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ·" οὕτω πάλιν ἐφ' ὅλον τὸν κόσμον τοῦ νοητοῦ μετοισθέντος ἡλίου, καὶ ἀπάραντος μὲν τῶν ἐξ Ἰσραὴλ τοῦ φωτὸς, μεθορμιζομένου δὲ παρὰ τοῖς ἔθνεσιν, ἔξω τῶν ὅλων ὁ Ἰσραὴλ ηὑρίσκετο· "Ὑπομεινάντων γὰρ αὐτῶν φῶς ἐγένετο αὐτοῖς "σκότος, κατὰ τὸ γεγραμμένον, μείναντες αὐγὴν ἐν ἀωρίᾳ "περιεπάτησαν." οὐ μάτην οὖν ἄρα φησὶν ὁ Σωτὴρ τοῖς Φαρισαίοις προσλαλῶν Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ἀπειλεῖ γὰρ εὐφυῶς ὡς ἀπαναστήσεται μὲν τοῦ Ἰσραὴλ, μετακομίσει δὲ τὴν χάριν ἐφ' ὅλον ἤδη τὸν κόσμον, καὶ ἐφαπλώσει λοιπὸν ἑτέροις τὴν τῆς θεογνωσίας ἀκτῖνα. Ἐπιτηρητέον δὲ ὅπως, καίτοι παρὰ τοῖς ἀκροωμένοις