Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.724
Not analysed yet
τῆς θείας φύσεως τὸ παντουργικὸν ὡς Θεὸς, καὶ εἰ πέφηνεν ἄνθρωπος· μαρτυρεῖται δὲ καὶ παρὰ τοῦ Πατρὸς, ὡς συνεργάτην αὐτὸν ἐφ' ἅπασιν ἔχων κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ "Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων "ποιεῖ τὰ ἔργα αὐτός." λογιζόμεθα δὲ συνεργάζεσθαι τῷ Υἱῷ τὸν Πατέρα, οὐχ ὡς ἀτονοῦντι τυχὸν ἰδίαν τινὰ καὶ ἑτέραν συνεισάγοντα δύναμιν πρὸς τὴν τῶν τελουμένων κατόρθωσιν. εἰ γὰρ οὕτω νοοῦμεν, ἀτελῆ πάντως εἶναι δώσομεν καὶ τὴν τοῦ Πατρὸς δύναμιν καὶ τὴν τοῦ Υἱοῦ, εἴ γε δι' ἀμφοῖν ἀποτελεῖταί τι τῶν παραδόξων· ὥσπερ οὐκ ἀρκοῦντος εἰς τὴν χρείαν ἑνός. εὐσεβέστερον δὲ καὶ νοοῦντες καὶ δεχόμενοι τὸ εἰρημένον, ἐροῦμεν πάλιν, ὡς ἐπείπερ ἐστὶν ἐν Πατρὶ καὶ Υἱῷ καὶ μία θεότης, καὶ τῆς αὐτῆς φύσεως ἀπαράλλακτος ἐξουσία τε καὶ δύναμις, ἔσται δήπου πάντως ἔργα τοῦ Θεοῦ καὶ Πατρὸς τὰ τοῦ Υἱοῦ, ἔργα δὲ αὖ πάλιν τοῦ Υἱοῦ τὰ τοῦ Θεοῦ καὶ Πατρός. λέγει δὲ τό Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ, οὐχ ὡς ὑπηρέτης ἢ ὑπουργὸς, ἢ καὶ ἐν μαθητοῦ τινος τάξει διακείμενος, καὶ περιμένων τὸ διακελεύεσθαι παρὰ τοῦ Πατρὸς, ἢ καὶ διδακτικὸς πρὸς τὸ κατορθοῦν ἰέναι τὰ παράδοξα· ἐκεῖνο δὲ μᾶλλον ἀκριβέστατα κατασημαίνων, ὅτι τῆς οὐσίας ἐκπεφυκὼς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ φωτός τινος δίκην ἐκ τῶν ἀδύτων αὐτοῦ κόλπων ἀῤῥήτως τε καὶ ἀνάρχως ἀναφὺς, καὶ συνυπάρχων ἀϊδίως αὐτῷ, εἰκών τε καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ καὶ ὑπάρχων καὶ νοούμενος, τὴν αὐτὴν αὐτῷ γνώμην, ἵν' οὕτως εἴπω, καὶ τὴν ἐφ' ἅπασιν ἐνέργειαν ἔχει. ἵνα γὰρ διδάξῃ σαφῶς ὅτι καὶ συνεθελητής ἐστι πρὸς ἅπαντα τῷ Γεννήτορι, ποιῶ, φησὶν, οὐδὲν ἀπ' ἐμαυτοῦ· ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν Οὐκ ἐξῴκισμαί ποι πρὸς ἰδίαν τινὰ θέλησιν, τὴν οὐκ ἐνοῦσαν τῷ Θεῷ καὶ