Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.725
Not analysed yet
Πατρί. ὅσα πέφυκεν ἡ τοῦ Πατρὸς βούλεσθαί τε καὶ λογίζεσθαι φύσις, ταῦτα δὴ πάντως ἐστὶ καὶ ἐν ἐμοὶ, ἐπείπερ τῶν ἐκείνου κόλπων ἐξέλαμψα, καὶ εἰμὶ καρπὸς ἀληθινὸς τῆς οὐσίας αὐτοῦ. δυσχερῆ μὲν οὖν ταῦτα πρὸς ἐξήγησιν, καὶ τὸ ἐκτρανοῦσθαι διὰ γλώσσης οὐκ ἀταλαίπωρον τὸ καὶ αὐταῖς ἔσθ' ὅτε ταῖς διανοίαις οὐκ ἐφικτόν. εἰς εὐσεβῆ δ' οὖν ὅμως θεωρίαν, εἰς ὅσονπερ ἄγοντες ἐνδέχεται τὰ τοιαῦτα, μισθὸν ἑαυτοῖς περιποιήσομεν τὸν οὐράνιον, ἄτρωτόν τε οὕτω καὶ ἀκλόνητον ταῖς εἰς ἕτερόν τι παρατροπαῖς τὸν ἑαυτῶν διατηρήσομεν νοῦν. Σημειωτέον δὲ ὅτι προσθεὶς ὁ Σωτὴρ καὶ λέγων πρὸς Ἰουδαίους Καὶ ἐν τῷ ὑμετέρῳ δὲ νόμῳ γέγραπται, καταδέχεσθαι λοιπὸν ὡς ἐξ ἀνάγκης ἀναπείθει τοὺς Φαρισαίους τὴν τῶν προσώπων δυάδα. μαρτυρῶ μὲν γὰρ ἐγὼ περὶ ἐμαυτοῦ, φησὶν, συλλήψεται δέ μοι καὶ πρὸς τοῦτο καὶ ὁ Πατήρ· ἆρα οὖν ἔσται παρ' ὑμῖν δεκτὴ ἡ τῶν μαρτύρων δυὰς νομικῷ βεβαιουμένη γράμματι, ἢ πάλιν εἰς μόνον ὁρῶντες τὸν ἐπ' ἐμοὶ φθόνον, οὐδὲ τὸν ὑμῖν τεθαυμασμένον τηρήσετε νόμον; Ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ Πατήρ σου; Κἀν τούτῳ δὴ μάλιστα τῆς τῶν Ἰουδαίων ἀσυνεσίας πᾶς τις οὖν, οἶμαι, καὶ λίαν εἰκότως καταβοήσειε τὸ προφητικὸν ἐκεῖνο λέγων "Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος." μακροῦ γὰρ πολλάκις πρὸς αὐτοὺς γεγονότος τοῦ λόγου παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἄνω τε καὶ κάτω τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν ὀνομάζοντος, πρὸς τοσαύτην οἱ δειλαιοὶ κατολισθαίνουσιν ἄνοιαν, ὡς ἀποτολμῆσαι λέγειν Ποῦ ἐστιν ὁ Πατήρ σου; λογίζονται μὲν γὰρ περὶ μὲν τοῦ ὄντος ἐν τοῖς οὐρανοῖς Θεοῦ τὸ παράπαν καὶ Πατρὸς οὐδὲν, περιβλέπονται δὲ μᾶλλον καὶ ζητοῦσι τὸν Ἰωσὴφ, αὐτὸν εἶναι πατέρα Χριστοῦ, καὶ οὐχ ἑτέρως ἔχειν τε πεπιστευκότες. ὁρᾷς οὖν