Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.76
Not analysed yet
Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Υἱὸς, ἵνα γενητὸς νοῆται καὶ πεποιημένος; καὶ πῶς οὐκ ἄν τις τῆς σῆς, ὦ οὗτος, ἀμαθίας καταβοήσῃ, καὶ μάλα δικαίως; εἰ γὰρ ἐν τοῖς γεγονόσιν ὁ Λόγος ἦν, ὡς ζωὴ κατὰ φύσιν, διὰ μετοχῆς τοῖς οὖσιν ἑαυτὸν ἀναμιγνύς· ἕτερος ἄρα ἐστὶ τῶν ἐν οἷς εἶναι πιστεύεται. ὁ δὲ τὴν φύσιν ἕτερος ὢν, ἢ ὅπερ ἐστὶν ἡ κτίσις, πῶς οὐκ ἂν εἴη λοιπὸν ὁ ὑπὲρ ταύτην Θεός; εἰ δὲ ἐπιμένεις ἀναισχυντῶν, καὶ γενητὸν εἶναι νομίζων οὐ καταλήγεις τὸν Υἱὸν, τὸν ὄντα ἐν τοῖς γεγονόσιν ὡς ζωήν· πρῶτον μὲν αὐτό τι ὑπάρχων ἐν ἑαυτῷ νοηθήσεται· εἶτα καὶ πρὸς τούτῳ, καὶ αὐτὸς ἑαυτοῦ μέτοχος, καὶ ζωὴ, εἴπερ ὢν ἐν τοῖς γενομένοις, εἷς καὶ αὐτὸς ἐξ αὐτῶν ὑπάρχειν ὑποληφθήσεται· ἀλλ' ὁρᾷ που πάντως καὶ αὐτὸς ὁ θεομάχος, ὅσην ἔχει τὴν ἀπαιδευσίαν τὸ οὕτω νοεῖν. οὐκοῦν εἰ μεθεκτὸς ἐν τοῖς γενητοῖς ἐστιν ὁ ζωογονῶν αὐτὰ Λόγος, οὐκ ἐν τοῖς μετέχουσιν ἔσται καὶ αὐτὸς, ἀλλ' ἕτερος δηλονότι παρ' ἐκεῖνα. εἰ δὲ τοῦτο, οὐκ ἄρα γενητὸς, ἀλλ' ὡς ζωὴ κατὰ φύσιν ἐν αὐτοῖς. διὰ δὲ τῶν ὑπεζευγμένων ἐννοιῶν τοῦτο πάλιν εἰσόμεθα. Ἔννοιαι, ἤτοι συλλογισμοί. Εἰ μὴ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, ἔξωθεν δὲ αὐτὸν κατ' ἐκείνους ὑπέστησε, γενητὸς ἄρα ἐστὶ καὶ πεποιημένος. πῶς οὖν ὁ ἐν τοῖς γεγονόσιν ἐστὶ τὰ πάντα ζωογονῶν; τί δὲ τὸ ἐξαίρετον ἐν τῇ θείᾳ φύσει λοιπὸν εὑρήσομεν; ἢ πῶς ὁ σοφώτατος Παῦλος, ὡς ἀξιάγαστόν τι φησὶν ἐπὶ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ "τοῦ "ζωογονοῦντος τὰ πάντα;" εἰ γὰρ γενητὸς ὑπάρχων ὁ Υἱὸς τὰ πάντα ζωοποιεῖ, ἑαυτὴν ἡ κτίσις ζωοποιεῖ χρῄζουσα