Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.77
Not analysed yet
μηδαμῶς εἰς τοῦτο τοῦ ποιήσαντος Θεοῦ. οὐδὲν οὖν ἄρα τὸ πλεῖον ἐν Θεῷ παρὰ τὴν κτίσιν. ἐνεργεῖ γὰρ οὐχ ἧττον, ἢ ὡς ἂν δύνηται Θεός. ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα γενητὸς ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον, καὶ διὰ τοῦτο κατὰ φύσιν καὶ ζωή. Ἄλλο. Τὴν θείαν ὑπερθαυμάζει φύσιν, καὶ μάλα εἰκότως, ὁ ψαλμῳδὸς, καὶ δὴ καὶ ἀξίωμα κάλλιστον ἀνατίθησιν αὐτῇ λέγων "Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς." ἀλλ' εἴπερ ὑπέστησε τὸν Υἱὸν ὁ Πατὴρ, καὶ οὐκ ἐκ τῆς οὐσίας ἔχει τῆς ἑαυτοῦ, ζωοποιεῖ δὲ καὶ οὕτως ἔχων τὰ γενητὰ καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὡς ζωοποιὸς, τί μάτην ὁ ψαλμῳδὸς διατείνεται παρὰ μόνῳ τῷ Θεῷ πηγὴν ζωῆς εἶναι λέγων; ἐπιδέχεται γὰρ αὐτὸ καὶ ἡ τῶν γενητῶν φύσις, εἰ ζωοποιεῖ, καίτοι τῆς θείας οὐκ ὑπάρχων οὐσίας ὁ Υἱὸς κατὰ τὴν τινῶν ἀβουλίαν. ἀλλὰ τοῦτο ἄτοπον· οὐκοῦν ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, ὡς Θεὸς ἐκ Θεοῦ, καὶ ζωὴ ἐκ ζωῆς. Ἄλλο. Εἰ ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς γενητός ἐστι καὶ πεποιημένος, ἅτε δὴ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἔχων κατὰ τὴν ἐκείνων ὑπόνοιαν, ἐπιδέξεται τῶν γενητῶν ἡ φύσις τὸ εἶναί τε καὶ καλεῖσθαι ζωή· ἔσται δὲ πάντα ζωὴ κατά γε τὸν ἐν δυνάμει λόγον, καὶ εἰ μήπω τὴν τοῦ πράγματος ἐνέργειαν ἔχει· τὸ γὰρ ὅλως εἶναί τι πεφυκὸς, εἴη δήπου πάντως ἂν, καὶ εἰ μήπω γέγονεν· ἔχει γὰρ ἐν τῇ φύσει τὸ δύνασθαι. ὅτε τοίνυν κοινὸν μὲν τῇ κτίσει τὸ εἶναι ζωὴ, ἴδιον δὲ καὶ μόνον οὐδενὸς, τί μάτην ἐφ' ἑαυτῷ κομπάζει λέγων ὁ Υἱός "Ἐγώ εἰμι ἡ ζωή;" χρῆν γὰρ δήπου μᾶλλον εἰπεῖν Ἐγώ εἰμι μεθ' ὑμῶν ἡ ζωή. τοῦτο δὲ ἦν πως καὶ ἀληθέστερον, εἴπερ ὄντως γενητὸς ὑπάρχων ἐστὶ καὶ ζωή· ἐπειδὴ δὲ, ὡς ἴδιον ἀγαθὸν ἑαυτῷ περιτίθησι μόνῳ τὸ εἶναι ζωὴ, δῆλος ἂν εἴη λοιπὸν οὐ τοῖς γενητοῖς ἑαυτὸν,