Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.78
Not analysed yet
ἀλλὰ τῇ θείᾳ τοῦ Πατρὸς συντάττων οὐσίᾳ, ᾗ καὶ τὸ εἶναι ζωὴ πρόσεστι φυσικῶς. Ἄλλο. Τὸ ζωῆς μετέχον οὐκ αὐτοκυρίως ἐστὶ ζωὴ, ἕτερον γάρ τι ὑπάρχον ἐν αὐτῷ φαίνεται· εἰ τοίνυν μεθεκτὸς ὁ Υἱὸς τοῖς γενητοῖς ὡς ζωὴ, ἕτερος ἂν εἴη παρὰ τὰ μετέχοντα αὐτοῦ καὶ ζωῆς δεόμενα· οὐκοῦν οὐ γενητὸς, οὔτε μὴν ζωοποιεῖσθαι ζητῶν παρ' ἑτέρου· Θεὸς οὖν ἄρα λοιπὸν ὡς ζωοποιός· εἰ δὲ τοῦτο, καὶ τῆς τοῦ Πατρὸς οὐσίας ὁμολογηθήσεται, εἴπερ ἕνα προσκυνοῦμεν Θεὸν, καὶ οὐχ ἑτέρῳ τινὶ παρὰ τὸν ὄντα λατρεύομεν. Ἄλλο. Τὴν τῶν ὄντων ἀκριβῶς ἐξετάζοντες φύσιν, Θεὸν ὁρῶμεν καὶ κτίσιν, καὶ ἕτερον ἐπὶ τούτοις οὐδέν. ὃ γὰρ ἂν ἐκπίπτῃ τοῦ εἶναι Θεὸς κατὰ φύσιν, τοῦτο πάντως ἐστὶ γενητὸν, καὶ ὅπερ ἂν τὸν τοῦ πεποιῆσθαι διαφεύγῃ λόγον, εἴσω πάντως ἐστὶ τῶν τῆς θεότητος ὅρων. ὅτε τοίνυν ἄριστά πως τὰ τοιαῦτα διεσκέμμεθα, λεγέτωσαν ἡμῖν οἱ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐξωθοῦντες τὸν Υἱὸν, πῶς ἂν δύναιτο ζωογονεῖν ὡς ζωὴ, ἴδιον ἐχούσης αὐτὸ τῆς θείας φύσεως, ἑτέρῳ δὲ παραχωρούσης οὐδενί. εἰ δὲ γενητὸς ὑπάρχων εἶναι δύναται καὶ ζωὴ, φθάσει δὴ πάντως ἐπὶ πάντα τὰ γενητὰ τοῦ πλεονεκτήματος ἡ χάρις, ἔσται δὲ πάντα κατὰ φύσιν ζωή· τίς οὖν αὐτοῖς ἔσται χρεία τῆς τοῦ Υἱοῦ μετοχῆς, ἢ τί τὸ πλέον ἐντεῦθεν εὑρήσουσιν; ἔχει γὰρ καὶ αὐτὰ τὸ εἶναι κατὰ φύσιν ζωή. ἀλλ' οὐκ ἀληθὴς ὁ λόγος, μετέχει δὲ ἀναγκαίως ὡς ζωῆς χρῄζοντα τοῦ Υἱοῦ. μόνος ἄρα ἐστὶν ὁ Μονογενὴς κατὰ φύσιν ζωὴ, καὶ οὐκ ἐν τοῖς γενητοῖς διὰ τοῦτο τετάξεται, ἀλλ' εἰς τὴν τοῦ τεκόντος αὐτὸν ἀναβήσεται φύσιν· ζωὴ γὰρ κατὰ φύσιν καὶ ὁ Πατήρ. Ἄλλο. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, ἢ ἕτερός ἐστι