Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.79
Not analysed yet
παρὰ τὴν κτίσιν, δῆλον δὲ ὅτι κατὰ τὴν φύσιν, ἢ ὁμοφυὴς ταύτῃ. εἰ μὲν οὖν ὁμοφυής τε ἐστὶ καὶ ὁμοούσιος, πῶς οὐ διαψεύσεται λέγων "Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ κατα"βαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ;" ἔχει γὰρ ἡ κτίσις οἴκοθεν τὸ εἶναι ζωὴ, ζωὴ δὲ ζωῆς ἀμέτοχος, ἵνα φαίνηται ζωή. εἰ δὲ οὐκ ἔστιν ὁμοφυὴς, καὶ τὸ εἶναι γενητὸς διαφεύξεται, συνεξέλκων ἑαυτῷ τῆς κτίσεως καὶ τὸ ἴδιον ἀγαθόν. οὐ γὰρ ἡ κτίσις ἔσται κατὰ φύσιν ζωὴ, ζωῆς δὲ μᾶλλον δεομένη καὶ μέτοχος. Ἄλλο. Εἰ ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ. Υἱὸς, ὁμοφυής ἐστι τοῖς πεποιημένοις, διὰ τὸ μὴ ὑπάρχειν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, κατά γε τὸν παρ' ἐκείνοις λόγον, ὅτου δὴ χάριν ὁ μακάριος ψαλμῳδὸς, οὐρανοὺς μὲν ἀπολεῖσθαί φησι, καὶ ὡς ἱμάτιον παλαιωθήσεσθαι· ἴδιον δὲ ὥσπερ ἀνετίθει γέρας αὐτῷ "Σὺ δὲ ὁ αὐτὸς εἶ, βοῶν, καὶ τὰ ἔτη σου οὐκ "ἐκλείψουσιν." ἢ γὰρ ἀπολεῖται καὶ ἐκλείψει σὺν ἡμῖν ὡς ὁμοφυὴς, καὶ οὐκέτι νοηθήσεται ζωὴ, ἢ καὶ ἡμᾶς εἰς τὸ ὡσαύτως ἔχειν ἀεὶ καὶ εἰς ἀνέκλειπτον ἐτῶν ἀριθμὸν καὶ εἰς τὸ εἶναι ζωὴν ἀνελκύσει ἡ πρὸς αὐτὸν συνάφεια φυσική. ἀλλὰ μὴν ἕξει μὲν αὐτὸς ὡσαύτως ἀεὶ, ἡμεῖς δὲ ἐκλείψομεν· οὐκ ἄρα γενητὸς ὡς ἡμεῖς· ἀλλ' ἐπείπερ ἐστὶν ἐκ τῆς κατὰ φύσιν ζωῆς, ζωογονήσει καὶ αὐτὸς ὡς ζωὴ τὰ ζωῆς δεόμενα. Ἄλλο. Εἰ οὐδὲν ἑαυτοῦ μέτοχον, μετέχει δὲ ἡ κτίσις, ὡς ζωῆς, τοῦ Υἱοῦ· οὐκ ἄρα ἡ κτίσις αὐτὸς, ἀλλ' οὐδὲ ἡ κτίσις ζωὴ, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο. Εἰ τὸ ζωοποιεῖν ἕτερόν ἐστι, τὸ δὲ ζωοποιεῖσθαι ἕτερον, ὡς ἐνέργεια καὶ πάθος, καὶ ζωοποιεῖ μὲν ὁ Υἱὸς, ζωοποιεῖται δὲ ἡ κτίσις· οὐκ ἄρα ταὐτὸν Υἱὸς καὶ κτίσις, ἐπεὶ μηδὲ τὸ ἐνεργοῦν τῷ ἐνεργουμένῳ.