Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.80
Not analysed yet
ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. ΚΑΙ διὰ τούτων ἡμῖν ὁ μακάριος Εὐαγγελιστὴς Θεὸν ὄντα κατὰ φύσιν ἐπιδεικνύει τὸν Υἱὸν, καὶ τῶν τοῦ γεννήσαντος ἀγαθῶν οὐσιωδῶς κληρονόμον. προδιδάξας γὰρ ὅτι ζωὴ κατὰ φύσιν ὑπάρχων, αὐτὸς ἦν ἐν πᾶσι τοῖς δι' αὐτοῦ γενομένοις, συνέχων αὐτὰ καὶ ζωογονῶν καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρελθεῖν ἀφάτῳ δυνάμει δωρούμενος καὶ γεγενημένα διασώζων, ἐφ' ἑτέραν ἔρχεται νοημάτων διασκευὴν, πανταχόθεν ἡμᾶς ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν χειραγωγεῖν, ὅτι δὴ καὶ μάλα προσήκοι, διενθυμούμενος. οὐκοῦν τοῖς γεγενημένοις ὁ Λόγος ἐνυπῆρχεν, ὡς ζωή· ἐπειδὴ δὲ ζῷον λογικὸν ἐν αὐτοῖς ὂν ἐπὶ γῆς, νοῦ τε καὶ ἐπιστήμης δεκτικὸν, ὁ ἄνθρωπος, καὶ τῆς παρὰ Θεοῦ σοφίας μέτοχον, ἀναγκαίως ἡμῖν ὁ πνευματοφόρος, καὶ τῆς ἐν ἀνθρώποις σοφίας χορηγὸν ὄντα τὸν Λόγον ἐπιδεικνύει σαφῶς, ἵνα νοῆται δι' Υἱοῦ τὰ πάντα ἐν πᾶσιν ὑπάρχων ὁ Θεὸς καὶ