Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.81
Not analysed yet
Πατὴρ, ζωὴ μὲν ἐν τοῖς δεομένοις ζωῆς· φῶς δὲ πάλιν καὶ ζωὴ, ἐν τοῖς ζωῆς καὶ φωτὸς δεομένοις. καὶ διὰ τοῦτό φησι Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, τουτέστιν, ὁ τὰ πάντα ζωογονῶν Θεὸς Λόγος, ἡ ἐν πᾶσι τοῖς οὖσι ζωὴ, καὶ τὸ λογικὸν φωτίζει ζῷον, καὶ τοῖς συνέσεως δεκτικοῖς τὴν σύνεσιν ἐπιδαψιλεύεται· ἵνα σώζηται καὶ ἰσχύῃ καλῶς τὸ ἐπὶ τῇ κτίσει λεγόμενον "Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;" πλουτεῖ γὰρ οὐδὲν οἴκοθεν ἡ γενητὴ καὶ πεποιημένη φύσις, ἀλλ' ὅπερ ἂν ἔχουσα φαίνοιτο, τοῦτο πάντως ἐστὶ παρὰ Θεοῦ, τοῦ καὶ τὸ εἶναι, καὶ ὅπως ἕκαστον εἶναι προσήκει χαριζομένου. εὖ δὲ πάλιν τὸ ἦν ἐπὶ τῆς ζωῆς τέθειται, ἵνα πανταχῆ τὸ ἀϊδίως εἶναι σημαίνῃ τὸν Λόγον, καὶ τὰς τῶν ἀνοήτων ἀνακόπτῃ φλυαρίας, ἐξ οὐκ ὄντων ἡμῖν εἰσφερούσας τὸν Υἱὸν, ὅπερ ὅλῃ μαχόμενον φαίνεται τῇ θείᾳ γραφῇ. Περὶ μὲν οὖν τῆς τοῦ Λόγου μετὰ Πατρὸς ἀϊδιότητος, ἀρκούντως ἤδη διειληφότες, ἔν τε τῷ προκειμένῳ βιβλίῳ, καὶ τῷ κατ' ἐπίκλην Θησαυρῷ, σιγᾶν ἔχειν οἰησόμεθα δεῖν. ὃ δὲ δὴ τῶν προκειμένων εἰσφέρει μᾶλλον ἡμῖν ἡ διάνοια, τοῦτο καὶ μάλα προθύμως ὡς ἔνι μάλιστα βασανίζοντες, ἑαυτούς τε ὠφελῆσαι σπουδάσομεν καὶ τοὺς ὕστερον ἐντευξομένους, Θεοῦ πάλιν ἡμῖν καὶ θύραν καὶ στόμα τοῖς λόγοις ἀνοίγοντος. Τί οὖν ἄρα πάλιν ἡμῖν ὁ χριστομάχος ἐρεῖ, τὸ φῶς τῶν ἀνθρώπων μανθάνων ὑπάρχειν τὴν ζωὴν, τουτέστι, τὸν ἀεὶ ζῶντα Θεὸν Λόγον; ποίοις ἡμᾶς κατασφενδονήσει λογισμοῖς, ὅταν εἰς μέσον ἥκωμεν λέγοντες Εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ τῆς τοῦ γεννήσαντος οὐσίας καρπὸς, εἰ μὴ φῶς ἡμῖν ἀληθινὸν ἐκ φωτὸς ἐξέλαμψεν ἀληθινοῦ, ἔξωθεν δὲ καὶ αὐτὸς ὑπέστη κατὰ τὴν ὑμῶν ἀμαθίαν·