Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.82
Not analysed yet
ὁμοφυὴς ἄρα ἐστὶ τοῖς πεποιημένοις, καὶ τὸ εἶναι γενητὸς οὐδαμόθεν διαφεύξεται; πῶς οὖν, ὦ πάσης μωρίας ἀνάπλεῳ, φωτίζει μὲν αὐτὸς, τὰ δὲ ὑπ' αὐτοῦ φωτίζεται; ἢ γὰρ οὐχ ἕτερον μὲν τὸ φωτίζον ἐστὶν, ἕτερον δὲ τὸ φωτιζόμενον; ἀλλ' ἔστι δῆλον καὶ παντί τῳ σαφές. εἰ γὰρ ταὐτὸν εἶναι δοίημεν, ὅσον εἰς οὐσίας ποιότητα, καὶ τὸν τοῦ πῶς εἶναι λόγον, τί τὸ πλέον ἐν τῷ φωτίζειν ἰσχύοντι, τί δὲ τὸ ἔλαττον αὖθις ἐν τῷ φωτὸς δεομένῳ; ἥξει γὰρ ἐπ' ἀμφοῖν, ὅπερ ἂν ἴοι, καὶ ἀνὰ μέρος ἐφ' ἑκατέρῳ, καὶ φῶς μὲν ἔσται τὸ ἐν χρείᾳ φωτὸς, τὸ δὲ φῶς ἀδιαφορήσει φωτιζόμενον. ἀλλὰ πολλή τις ἐν τούτοις ἡ τῶν θεωρημάτων ὁρᾶται σύγχυσις, καὶ ἀναγκαῖος ἡμῖν ἀποτέμνει λόγος τῶν ὀνομασθέντων ἑκάτερον, ἐν ἰδίᾳ τε τίθησι φύσει τὸ χορηγοῦν ἐν τούτοις παρὰ τὸ χορηγούμενον. οὐκ ἄρα ὁμοφυὴς τοῖς πεποιημένοις ὁ Υἱὸς, ἀλλ' ἐν τῇ τοῦ Πατρὸς οὐσίᾳ κείσεται, φῶς ἀληθινὸν ἐκ φωτὸς ὑπάρχων ἀληθινοῦ. Χαλεπὸν δὲ οὐδὲν τὸν ἐπὶ τοῖς προλαβοῦσι μεταῤῥυθμίζοντας λόγον, ὃν ἐπὶ τῷ κατὰ φύσιν ὑπάρχειν ζωὴν τὸν Υἱὸν πεποιήμεθα, ἕτερόν τε ὄντα παρὰ τὰ ἐν οἷς ἐστιν ἐδεικνύομεν, καὶ τὴν ἐν τῷδε τῷ κεφαλαίῳ διευκρινήσασθαι γνῶσιν· ἐπὶ δὲ τοῦ μὴ ἑτέροις τὸν ἐπὶ τούτοις καταλεῖψαι πόνον, ἢ καὶ ὄκνῳ κεκρατῆσθαι δοκεῖν, αὐτὸς ἐγὼ πάλιν τὸν ἐν τοῖς προλαβοῦσι συλλογισμοῖς μεταστοιχειῶσαι τὸν τύπον, ὡς ἂν οἷός τε ὦ, πειράσομαι. ὡς γὰρ ἐν ἐκείνοις ζωὴ κατὰ φύσιν ὑπάρχων, ἕτερος ὢν παρὰ τὰ ἐν οἷσπερ ἦν ἀναφαίνεται, οὕτω κἀν τούτῳ τὸ φῶς τῶν ἀνθρώπων εἶναι λεγόμενός τε καὶ κατ' ἀλήθειαν ὢν, ἕτερος εὑρεθήσεται παρὰ τὰ φωτὸς δεόμενα καὶ μετέχοντα αὐτοῦ· ἀπὸ δὲ τῶν ἐφεξῆς ἀκριβέστερον εἰσόμεθα.