Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.88
Not analysed yet
συνέσεώς τε καὶ φρονήσεως δεκτικὰ, τοῦτο δεικνύων ὅπερ εἰσί· πάντα γὰρ ἐν πᾶσίν ἐστιν ὁ Θεὸς καὶ Πατὴρ δι' Υἱοῦ ἐν Πνεύματι. Σκοτίαν δὲ ὀνομάζει τὴν τοῦ φωτίζεσθαι δεομένην φύσιν, τουτέστι, καθόλου τὴν γενητήν. ἐπειδὴ γὰρ αὐτὸν ὠνόμασε τὸ φῶς, ἑτέραν οὖσαν ἐπιδεικνύων τὴν ἐπιδεᾶ καὶ ἀμέτοχον αὐτοῦ κτίσιν λογικὴν, εἰς τὸ ἐναντίον περιτρέπει τοῦ σημαινομένου τὴν δύναμιν, οὐκ ἀπὸ σκοποῦ, κατά γε τὸν ἡμέτερον νοῦν, καὶ τοῦτο ποιῶν, ἀλλ' ἐκεῖνο δὴ πάντως καθ' ἑαυτὸν ἐννοήσας, ὅτι τῶν γενητῶν ἡ φύσις, οὐδὲν ὅλως ἐξ ἑαυτῆς πηγάζουσα, σύμπαν δὲ τὸ εἶναι καὶ τὸ εὖ εἶναι τοιῶσδε τυχὸν δεχομένη παρὰ τοῦ Δημιουργοῦ, δικαίως ἀκούει "Τί "γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;" ἐπειδὴ δὲ πρὸς τοῖς ἄλλοις, καὶ αὐτὸ θεόσδοτον ἔχει τὸ φῶς, οὐκ ἔχουσα δηλονότι λαμβάνει· τὸ δὲ φῶς οὐκ ἔχον ἐξ ἑαυτοῦ, πῶς οὐκ ἂν εἴη τὸ ἐναντίον; ἢ πῶς οὐκ ἂν λέγοιτο σκοτία; πιθανὴ γὰρ, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαιοτάτη λίαν, ἀπόδειξις, τοῦ τὴν μὲν κτίσιν εἶναι σκοτίαν, φῶς δὲ πάλιν τὸν τοῦ Θεοῦ Λόγον, τὸ φαίνειν ἐν τῇ σκοτίᾳ τὸ φῶς. εἰ γὰρ δέχεται τῶν γενητῶν ἡ φύσις τὸν τοῦ Θεοῦ Λόγον κατὰ μετουσίαν, ὡς φῶς, ἢ ὡς ἐκ φωτός· αὕτη μὲν ὡς σκοτία δηλονότι λαμβάνει, φαίνει δὲ ἐν αὐτῇ, καθάπερ ἐν σκοτίᾳ τὸ φῶς, ὁ Υἱὸς, εἰ καὶ οὐκ οἶδε πάντως ἡ σκοτία τὸ φῶς· τοῦτο γὰρ οἶμαι σημαίνει τό Ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. ἅπασι μὲν γὰρ ὁ τοῦ Θεοῦ Λόγος ἐκλάμπει τοῖς ἐλλάμψεως δεκτικοῖς, καὶ φωτίζει καθόλου τὰ φύσιν ἔχοντα τοῦ φωτίζεσθαι δεκτικήν· ἀγνοεῖται δὲ ὑπὸ τῆς σκοτίας· ἡ γὰρ ἐπὶ γῆς τυγχάνουσα λογικὴ φύσις, τουτέστιν ὁ ἄνθρωπος, ἐλάτρευσέ ποτε τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ κατέλαβε τὸ φῶς· οὐ γὰρ ἔγνω τὸν Δημιουργὸν, τὴν