Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.89
Not analysed yet
πηγὴν τῆς σοφίας, τῆς συνέσεως τὴν ἀρχὴν, τὴν τῆς φρονήσεως ῥίζαν. ἔχει δ' οὖν ὅμως ἐκ φιλανθρωπίας τὸ φῶς, καὶ συγκαταβεβλημένην ὥσπερ ἐπάγεται τὴν τοῦ φρονεῖν δύναμιν ταῖς εἰς τὸ εἶναι παρόδοις συντρέχουσαν τὰ γενητά. Σημειωτέον δὲ πάλιν ἐν τούτοις, ὅτι λόγος οὐδεὶς ἐπιτρέψει γενητὸν εἶναι νοεῖν ἢ πεποιημένον ὑπάρχειν οἴεσθαι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀλλ' ἀνεστηκότα πάντη τῶν καθ' ἡμᾶς, καὶ τὴν τῶν κτισμάτων ἀναβαίνοντα φύσιν, ἕτερόν τε παντελῶς, ἢ ὅπερ εἰσὶν αὐτὰ, καὶ πολὺ διεστηκότα κατὰ τὴν τῆς οὐσίας ποιότητα, ὥσπερ οὖν ἀμέλει τὸ φῶς πρὸς τὴν σκοτίαν ἐστὶν οὐ ταὐτὸν, ἀλλ' ἤδη καὶ ἐναντίον καὶ ἀσυγκρίτοις ταῖς διαφοραῖς εἰς ἀλλοτριότητα φυσικὴν χωριζόμενον. ἀποχρώντως δὲ ἤδη τὸν περὶ τούτου διαλαβόντες λόγον ἐν τοῖς προεξητασμένοις, τὰ λοιπὰ τῶν ἐφεξῆς προσθήσομεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης, οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Πολλὰ προεξηγησάμενος περὶ τοῦ Θεοῦ Λόγου, καὶ δι' ὧν ἂν φαίνοιτο κατὰ φύσιν ὑπάρχων Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς ἀκριβέστατα διειπὼν, τὴν ἐκ τῶν ἀκροωμένων πίστιν τοῖς εἰρημένοις ἐκπραγματεύεται· ἐπειδὴ δὲ κατὰ τὸ εἰρημένον διὰ Μωυσέως ὑπὸ τοῦ Θεοῦ "Ἐπὶ στόματος δύο καὶ "τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα·" συνάγει φρονίμως ἐφ' ἑαυτῷ τὸν μακάριον βαπτιστὴν, καὶ ἀξιολογώτατον ὄντως συνεισφέρει τὸν μάρτυρα. οὐ γὰρ ᾤετο δεῖν, εἰ καὶ λίαν ὑπάρχοι σεμνὸς, τὴν ὑπὲρ νόμον ἀπαιτῆσαι πίστιν τοὺς ἐντευξομένους τῇ περὶ τοῦ Σωτῆρος ἡμῶν συγγραφῇ, καὶ μόνῳ πιστεύειν αὐτῷ τὰ ὑπὲρ νοῦν καὶ φρόνησιν ἐξηγου-