Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.90
Not analysed yet
μένῳ τὴν καθ' ἡμᾶς. οὐκοῦν μαρτυρεῖ μὲν αὐτὸς ὁ μακάριος Εὐαγγελιστὴς, ὅτιπερ "Ἦν ὁ Λόγος ἐν ἀρχῇ, καὶ Θεὸς ἦν "ὁ Λόγος, καὶ ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν," καὶ ὅτι "πάντα "δι' αὐτοῦ ἐγένετο," καὶ ἦν ἐν τοῖς γενομένοις, ὡς ζωὴ, καὶ ὅτι "τὸ φῶς τῶν ἀνθρώπων ἦν ἡ ζωὴ," ἵνα διὰ τούτων ἁπάντων Θεὸν ὄντα κατὰ φύσιν ἀποδείξῃ τὸν Υἱόν. ἐπιμαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ θεσπέσιος βαπτιστής "Ἑτοιμάσατε τὴν "ὁδὸν τοῦ Κυρίου, βοῶν, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ "Θεοῦ ἡμῶν." εἶναι γὰρ δὴ πάντως ἐρεῖ τις Θεὸν ἀληθινὸν, τὸν ᾧ κατὰ φύσιν ἐνυπάρχει τὸ τῆς κυριότητος ἀξίωμα, καὶ οὐκ ἐν ἑτέρῳ φαίνοιτο προσὸν κυρίως τε καὶ ἀληθῶς, ἐπείπερ "Εἷς μὲν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, εἷς δὲ Κύριος Ἰησοῦς "Χριστὸς" κατὰ τὴν Παύλου φωνήν· καὶ εἰ θεοὶ κατὰ χάριν καὶ κύριοι καλοῦνται πολλοὶ ἔν τε τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ' εἷς μετὰ τοῦ Πατρὸς Θεὸς ἀληθινὸς ὁ Υἱός. οὐκοῦν, ἀξιολογωτάτη μὲν τῶν ἁγίων μαρτύρων ἡ ξυνωρὶς, πίστις δὲ λοιπὸν οὐδαμόθεν κατηγορουμένη τοῖς λεγομένοις ὀφείλεται, καὶ τὸ ἐκ νόμου λαβοῦσα πλήρωμα, καὶ τῇ τῶν προσώπων περιφανείᾳ βεβαιουμένη. τὸ μὲν οὖν περὶ ἑαυτοῦ τι φάναι τὸν μακάριον Εὐαγγελιστὴν, καὶ τῶν ἰδίων ἐγκωμίων ἐφάψασθαι, φορτικὸν ἦν ὄντως καὶ ἄλλως ἀπαίδευτον· ἢ γὰρ ἂν ἤκουσε δικαίως "Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ "μαρτυρία σου οὐκ ἔστιν ἀληθής." διά τοι τοῦτο τοῖς εἰδόσιν αὐτὸν τὰ καθ' ἑαυτὸν ἐννοεῖν ἐπιτρέπει, ἐπὶ δὲ τὸν ὁμώνυμον ἔρχεται, καλῶς γε σφόδρα καὶ τοῦτο ποιῶν, καὶ ἀπεστάλθαι φησὶν αὐτὸν παρὰ Θεοῦ. ἔδει γὰρ οὐκ αὐτόμολον, οὐδὲ αὐτοκλήτῳ σπουδῇ, πρὸς τὴν ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν ἰόντα μαρτυρίαν δεικνύειν τὸν ἅγιον βαπτιστὴν, ἀλλὰ τοῖς ἄνωθεν διατεταγμένοις ὑπείκοντα, καὶ τοῖς θείοις τοῦ Πατρὸς ὑπηρε-