Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.91
Not analysed yet
τοῦντα θελήμασι. διὰ τοῦτό φησιν Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. Ἐπιτηρητέον δὲ ὅπως ἀσφαλῆ τε καὶ πρέποντα τὸν περὶ ἑκάστου λόγον ἐποιήσατο, καὶ τῇ τῶν σημαινομένων φύσει κατάλληλον. ἐπὶ μὲν γὰρ τοῦ Θεοῦ Λόγου, τὸ ἦν ἀκολούθως εἰσφέρεται πανταχῆ τὴν ἀϊδιότητα σημαῖνον αὐτοῦ, καὶ τὸ πάσης ἀρχῆς τῆς ἐν χρόνῳ πρεσβύτερον, καὶ τὸ πεποιῆσθαι νομίζειν αὐτὸν ἀναιροῦν. τὸ γὰρ ὂν ἀεὶ πῶς ἂν νοοῖτο καὶ γενητόν; ἐπὶ δὲ τοῦ μακαρίου βαπτιστοῦ, πρεπόντως φησὶ τό Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὡς ἐπ' ἀνθρώπου γενητὴν ἔχοντος τὴν φύσιν. δοκεῖ δέ μοι καὶ λίαν ἠσφαλισμένως ἐν τούτοις ὁ Εὐαγγελιστὴς οὐχ ἁπλῶς ὅτι γέγονεν εἰπεῖν, ἀλλὰ διὰ τοῦ προσθεῖναι καὶ ἄνθρωπος, ἀβουλοτάτην τινῶν ἀνατρέπειν ὑπόνοιαν. ἤδη γάρ τις παρὰ πολλοῖς περιηνέχθη λόγος, οὐκ ἄνθρωπον ὄντως ὑπάρχειν τῇ φύσει τὸν ἅγιον βαπτιστὴν διαθρυλλῶν, ἀλλ' ἕνα τῶν ὄντων ἐν τοῖς οὐρανοῖς ἁγίων ἀγγέλων, ἀνθρωπίνῳ χρησάμενον σώματι, καὶ πρὸς τὸ κηρύττειν ἀπεσταλμένον παρὰ Θεοῦ. ἐξηύρηται δὲ πάλιν αὐτοῖς τῆς ὑπονοίας τῆς ἐπὶ τούτῳ πρόφασις, τὸ εἰρῆσθαι παρὰ Θεοῦ "Ἰδοὺ ἐγὼ ἀποστέλλω "τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν "ὁδόν σου ἔμπροσθέν σου." ἀποσφάλλονται δὲ τῆς ἀληθείας οἱ τῇδε δοξάζοντες, οὐ νοοῦντες, ὅτι τό Ἄγγελος ὄνομα λειτουργίας μᾶλλόν ἐστιν, ἤπερ οὐσίας σημαντικὸν, ὥσπερ οὖν ἀμέλει καὶ ἐν τοῖς κατὰ τὸν μακάριον Ἰὼβ ἄλλος ἐπ' ἄλλῳ τρέχουσιν ἄγγελοι τὰ πολύτροπα κηρύττοντες πάθη, καὶ ταῖς ἀνηκέστοις ἐκείναις διακονούμενοι συμφοραῖς. ὁρίζει δέ τι τοιοῦτον καὶ ἐπὶ τῶν ἁγίων ἀγγέλων καὶ αὐτὸς ἡμῖν ὁ σοφώτατος Παῦλος ἐπιστέλλων ὡδί "Οὐχὶ πάντες εἰσὶ