Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.92
Not analysed yet
"λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ "τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;" οὐκοῦν ἄγγελος ὁ μακάριος βαπτιστὴς Ἰωάννης διὰ τῆς τοῦ Δεσπότου κατωνόμασται φωνῆς, οὐκ αὐτὸ κατὰ φύσιν ἄγγελος ὢν, ἀλλ' ὡς εἰς τὸ ἀγγέλλειν ἀπεσταλμένος, καὶ Τὴν ὁδὸν τοῦ Κυρίου ἑτοιμάσατε βοῶν. χρησίμως δὲ λίαν καὶ παρὰ Θεοῦ τὸν ἄγγελον ἀπεστάλθαι διισχυρίσατο, βεβαιοτάτην αὐτοῦ τὴν μαρτυρίαν ἀποδεικνύων. οὐδὲ γὰρ ἂν ὁ παρὰ Θεοῦ πρὸς τὸ κηρύττειν ἀπεσταλμένος, ἕτερόν τι παρεφθέγξατο διδάσκων, ὃ μὴ πάντως ἦν κατὰ βούλησιν τοῦ τὴν ἀποστολὴν ἐπιθέντος αὐτῷ. οὐκοῦν ἀληθὴς ὁ μάρτυς θεοδίδακτος ὤν· τοῦτο γὰρ οἶμαι σημαίνειν τό Ἀπεσταλμένος παρὰ Θεοῦ· ἐπεὶ καὶ Παῦλος ἡμῖν ὁ σοφώτατος ἀπεστάλθαι λέγων διὰ Ἰησοῦ Χριστοῦ, τοῦ μυστηρίου τὴν δύναμιν οὐ παρ' ἑτέρου τινὸς ἐκμαθεῖν, ἀλλὰ "δι' ἀποκαλύψεως" τοῦ πεπομφότος, διεβεβαιώσατο, συνημμένως ἡμῖν ὥσπερ καὶ ἀδιαστάτως, ἐν τῷ ἀπεστάλθαι λέγειν διὰ Ἰησοῦ Χριστοῦ, τὴν ἀποκάλυψιν ὑπεμφαίνων. οὐκοῦν ἐν τῷ ἀπεστάλθαι παρὰ Θεοῦ, τὸ θεοδίδακτον εἶναι πάντως ἀκολουθεῖ. τὸ δὲ ἀψευδεῖν ὅτι λίαν ἐσπούδασται τοῖς τῆς ἀληθείας λειτουργοῖς, οὐκ ἀμφίλογον. Ἦν δὲ καὶ ὄνομα, φησὶ, τῷ ἀνθρώπῳ Ἰωάννης. ἔδει γνωρίζεσθαι τὸν ἀπεσταλμένον, καὶ τῇ τοῦ ὀνόματος σημασίᾳ, πολλὴν, ὡς οἶμαι, τῷ λόγῳ τὴν ἀξιοπιστίαν εἰσφέροντος· ἄγγελος γάρ· Γαβριὴλ δὲ οὗτος "ὁ παρεστηκὼς "ἐνώπιον τοῦ Θεοῦ," καθά φησιν αὐτός· ὅτε τῷ Ζαχαρίᾳ τὴν γέννησιν αὐτοῦ τὴν ἐκ τῆς Ἐλισάβετ εὐηγγελίσατο, πρὸς οἷς εὑρίσκεται λέγων, καὶ τοῦτο προστέθεικεν, ὅτι καὶ Ἰωάννης ἔσται τὸ ὄνομα αὐτοῦ. δῆλον δὲ δήπου, καὶ πᾶσιν ὁμολογούμενον, ὡς ἄρα κατὰ τὴν θείαν βούλησίν τε καὶ πρόσταξιν οὕτω παρὰ τοῦ ἀγγέλου κατωνομάζετο. εἶτα πῶς οὐκ