Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.93
Not analysed yet
ἂν νοηθείη λοιπὸν παντὸς ἐπαίνου κρείττων ἅμα καὶ ἀξιολογώτερος ὁ τοσαύτῃ παρὰ Θεοῦ κατεστεμμένος τιμῇ; διὸ δὴ καὶ ἡ τοῦ ὀνόματος μνήμη χρησίμως τε καὶ ἀναγκαίως παραλαμβάνεται. ἐπειδὴ δὲ προστέθεικεν ὁ Εὐαγγελιστὴς εἰς μαρτυρίαν ἀπεστάλθαι παρὰ Θεοῦ τὸν ἅγιον βαπτιστὴν, ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ, πάλιν ἐκεῖνο ἐροῦμεν, ὅταν ἡμῖν οἱ δι' ἐναντίας ἀντιπίπτωσι λέγοντες Διατί μὴ πάντες τῷ θεόθεν ἀπεσταλμένῳ πεπιστεύκασι; πῶς δὲ ἠτόνησεν εἰς τὸ πεῖσαί τινας ὁ πρὸς τοῦτο διὰ τῆς ἄνωθεν ψήφου προκεχειρισμένος; Οὐ τῆς Ἰωάννου ῥᾳθυμίας, ὦ οὗτοι, δίκαιον ἡμᾶς ἐν τούτοις κατηγορεῖν, ἀλλὰ τῆς τῶν ἀπειθούντων δυστροπίας καταβοᾶν. ὅσον μὲν γὰρ εἰς τὸν τοῦ προκηρύττοντος σκοπὸν, καὶ τὸν τῆς ἀποστολῆς τῆς ἄνωθεν τρόπον, οὐδεὶς ἂν ηὑρέθη τῆς διδασκαλίας ἀμέτοχος, οὐδ' ἂν ἔμεινεν ἀπειθής· ἐπειδὴ δὲ διάφορος ἐν τοῖς ἀκροωμένοις ἡ γνώμη, καὶ τῆς οἰκείας προαιρέσεως ἕκαστος ἔχει τὴν ἐξουσίαν, ἀπεσφάλησάν τινες τοῦ συμφέροντος οὐ παραδεξάμενοι τὴν πίστιν. διὸ αὐτοῖς ῥητέον δηλονότι κατὰ τὸ ἐν τῷ προφήτῃ κείμενον "Ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω." Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἔμφασιν ἀρετῆς καὶ τῆς τοῦ προσώπου περιφανείας ὠδίνει τό Οὗτος. ὁ γὰρ ἐκ Θεοῦ, φησὶν, ἀπεσταλμένος, ὁ πᾶσαν εἰκότως καταπλήξας τὴν Ἰουδαίαν, τῇ τε τοῦ βίου σεμνότητι καὶ ταῖς εἰς ἄσκησιν ὑπερβολαῖς, ὁ διὰ φωνῆς ἁγίων προκηρυττόμενος προφητῶν· καὶ παρὰ μὲν τῷ Ἡσαΐᾳ "Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·" παρὰ δὲ τῷ μακαρίῳ Δαυεὶδ λύχνος Χριστῷ προητοιμασμένος ὀνομασθείς· οὗτος ἦλθεν εἰς