Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.94
Not analysed yet
μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός· καὶ φῶς μὲν ἐν τούτῳ τὸν Θεὸν Λόγον ἀποκαλεῖ, ἕνα δὲ ὄντα δεικνύει, καὶ αὐτὸ δὴ τοῦτο κυρίως ὑπάρχοντα φῶς, μεθ' οὗ κατὰ φύσιν ἕτερον οὐδὲν, τὴν τοῦ δύνασθαι φωτίζειν ἐνέργειαν ἔχον, καὶ φωτὸς οὐ δεηθέν. οὐκοῦν ἔκφυλός τε καὶ, ἵν' οὕτως εἴπωμεν, ἑτεροφυὴς ὡς πρὸς τὴν κτίσιν ὁ τοῦ Θεοῦ Λόγος, εἴπερ ὄντως τε καὶ ἀληθῶς αὐτὸς μέν ἐστι κυρίως τὸ φῶς, φωτὸς δὲ ἡ κτίσις μέτοχος. ὁ δὲ τοῖς πεποιημένοις ἀσύντακτος ἤδη, καὶ ἑτεροφυὴς διὰ τοῦτο νοούμενος, πῶς ἂν εἴη γενητὸς, μᾶλλον δὲ πῶς οὐκ ἂν εἴη λοιπὸν εἴσω τῶν τῆς θεότητος ὅρων, καὶ τῆς τοῦ τεκόντος εὐφυΐας ἀνάπλεως; Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Τὰς ἐν τῇ ἐρήμῳ διατριβὰς τῶν ἐν πόλεσιν ἐνδιαιτημάτων προτιμήσας ὁ βαπτιστὴς, καὶ ξένην ἐν ἀσκήσει τὴν καρτερίαν ἐπιδειξάμενος, καὶ εἰς αὐτὸ τῆς ἐν ἀνθρώποις δικαιοσύνης τὸ ἀκρότατον ἀναδραμὼν, καὶ μάλα δικαίως ἀπεθαυμάζετο, καὶ δὴ καὶ ὑπείληπτο παρά τισιν εἶναι Χριστὸς αὐτός. καὶ γοῦν οἱ τῶν Ἰουδαϊκῶν ἡγούμενοι ταγμάτων διὰ τῶν προσόντων αὐτῷ κατὰ ἀρετὴν πλεονεκτημάτων εἰς τοιαύτην ἐνεχθέντες ὑπόνοιαν, ἀποστέλλουσί τινας πρὸς αὐτὸν ἀναπυθέσθαι προστάξαντες, εἰ αὐτός ἐστιν ὁ Χριστός. οὐκ ἀγνοήσας τοίνυν ὁ μακάριος Εὐαγγελιστὴς τὰ παρὰ πολλοῖς διατεθρυλλημένα περὶ αὐτοῦ, τίθησιν ἀναγκαίως τό Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἵνα καὶ πλάνην ἀποῤῥιζώσῃ τὴν ἐπὶ τούτῳ, καὶ πάλιν ἀξιοπιστίαν ἐπισωρεύσῃ τινὰ τῷ πρὸς μαρτυρίαν ἀπεσταλμένῳ παρὰ Θεοῦ. πῶς γὰρ οὐ λίαν ὑπερφερὴς, πῶς δὲ οὐχὶ κατὰ πάντα τρόπον ἀξιοθαύμαστος, ὁ μεγάλην οὕτω κατημφιεσμένος ἀρετὴν, καὶ διαπρεπὴς εἰς