Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.10
Not analysed yet
ἐκληφθὲν ὑποσημαίνει καὶ τοῦτο· καὶ θαυμαστὸν οὐδὲν εἰ τοιαύταις ἀβουλίαις Ἰουδαῖοι περιπεπτώκασιν, ὡς καὶ λογίζεσθαί τι τοιοῦτον ἐπὶ Χριστῷ. Θεὸν γὰρ ὄντα κατὰ φύσιν οὐκ ᾔδεσαν, μόνον δὲ εἰς τοῦτο τὸ ἀπὸ γῆς ὁρῶντες σῶμα, ἄνθρωπον ἐνενόουν ἕνα τῶν καθ' ἡμᾶς. διὰ γάρ τοι τοῦτο καὶ ἐπιπλήττων αὐτοῖς ἔφασκεν ὁ Σωτήρ "Ὑμεῖς κατὰ τὴν "σάρκα κρίνετε." ἀφιστὰς τοιγαροῦν αὐτοὺς τῆς οὕτω μειρακιώδους καὶ χαμαιπετοῦς ἐννοίας, διδάσκει πάλιν, ὡς οὐ περί τινος τῶν ἐν γενέσει καὶ φθορᾷ διαλογίζονται ταῦτα, περὶ δὲ τοῦ ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένου κατὰ ἀλήθειαν. ἁρμόσει τοιγαροῦν οὐκ ἐμοὶ μᾶλλον τὸ τεθνάναι, φησὶ, καὶ φεύγειν, ἄνωθεν γάρ εἰμι, τουτέστι, Θεὸς ἐκ Θεοῦ· τὸ γὰρ ἄνω πάντων Θεός· ὑμῖν δὲ τοῦτο προσέσται πρεπωδέστερον. κάτωθεν γάρ ἐστε, τουτέστι φύσεως ὑποκειμένης τε θανάτῳ, καὶ ὑποπιπτούσης φθορᾷ καὶ δειλίᾳ· ἐπ' ἐμοὶ τοιγαροῦν διαλογίζεσθε, φησὶ, τοιοῦτον μηδὲν, τὴν ἑαυτῶν ἀφέντες ἀσθένειαν· οὐ γὰρ ἰσότιμον τῷ Δεσπότῃ τὸ δοῦλον, τῷ ἄνωθέν τε καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένῳ τὸ κάτωθεν καὶ ἀπὸ τῆς γῆς. Ὅτι δὲ τό Ἄνωθεν τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν τοῦ Υἱοῦ ὑποσημαίνει, καὶ λογισμὸς ἡμᾶς ἀναπείσει σοφός. τοπικῶς μὲν γὰρ ἐκληφθὲν τό Ἄνωθεν, τὸ ἐξ οὐρανοῦ δηλονότι δηλοῖ, ἀλλ' οὐδὲν ἐν Υἱῷ τὸ ἐξαίρετον παρὰ τὴν κάτω καὶ ὑποκειμένην τῷ Θεῷ κτίσιν, ὅταν ἔρχηται ἐξ οὐρανοῦ μόνον, ἐπεί τοι καὶ ἀγγέλων οἱ πλείους πρὸς διακονίαν ἀποστελλόμενοι κάτω βαδίζουσι διοικοῦντές τινα τῶν ἐπὶ τῆς γῆς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνοντες. καὶ μάρτυς ἡμῖν ὁ Σωτὴρ λέγων "Ἀμὴν ἀμὴν λέγω ὑμῖν,