Ancient Greek · ~3 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.11
Not analysed yet
"ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ "Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ "ἀνθρώπου." ὅτε τοίνυν καὶ ἄγγελοι καταβαίνουσιν ἄνωθεν ἐξ οὐρανοῦ, τί μάτην ἐπικομπάζει Χριστὸς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ὅλην ὑπερέχοντι τὴν κτίσιν, τῷ ἄνωθεν ἥκειν φημί; ἀλλ' ἔστιν ἀνιδρωτὶ καὶ ἀταλαιπώρως σφόδρα συνιδεῖν τίς μέν ἐστι κατὰ φύσιν ὁ Μονογενὴς, τί δὲ οἱ παρ' αὐτοῦ γεγονότες ἄγγελοι· οὐκοῦν ἀναγκαίως οὐ τὸ κοινὸν δὴ τοῦτο τὸ ἐξ οὐρανοῦ καταβαίνειν τό Ἄνωθεν ἡμῖν σημαίνει, ἀλλ' ὅτι τῆς ἀνωτάτω καὶ ὑπερκειμένης τὰ πάντα φύσεως ἐξέλαμψεν ὁ Υἱός. οὐκοῦν τό Ἄνωθεν ἐπὶ μόνου τοῦ Μονογενοῦς τὸ ἐκ Θεοῦ κατὰ φύσιν καὶ οὐχ ἕτερον δηλοῖ. πάντων γὰρ εἶναί τε καὶ ὑπάρχειν ἐκ Θεοῦ λεγομένων, πρόσεστι τῷ Υἱῷ κατὰ πάντων ἐξαίρετον, τὸ ἐξ αὐτῆς ὑπάρχειν τῆς οὐσίας τοῦ Πατρὸς γεννητῶς, καὶ οὐχ ὥσπερ τὰ ποιήματα δημιουργικῶς.