Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.100
Not analysed yet
τὴν κατὰ νόμον λατρείαν, καὶ ἐπὶ τέλει τῶν προφητῶν ὁ Δίκαιος ὄντως ἐπεδήμησε Χριστὸς, οὐ καρποὺς τοὺς ἀπὸ γῆς προσκομίζων εἰς θυσίαν τῷ Θεῷ καὶ Πατρὶ, ἀλλ' ὑπὲρ τῆς ἁπάντων ζωῆς τε καὶ σωτηρίας ὡς ἄμωμον ἱερεῖον ἑαυτὸν ἀναθεὶς εἰς ὀσμὴν εὐωδίας αὐτῷ. ἀποπεμπόμενος δὲ ὁ Θεὸς καὶ Πατὴρ τὴν κατὰ νόμον λατρείαν ὡς γεωδεστέραν, προσέσχεν ἐπὶ τῇ θυσίᾳ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. τὸ δέ Προσέσχε, τὸ προσήσθη δηλοῖ. εἶτα τί πρὸς τούτοις; ἐπετιμήθη Κάϊν οὐχ ὡς ὀρθῶς διελὼν, καὶ διελεγχθεὶς ἐνόσει τὸν φθόνον, ἐπί τε τὸ φονεύειν ἀκρίτως ὁρμᾷ. ἐνουθέτει καὶ Θεὸς ἐν Υἱῷ τὸν τῶν Ἰουδαίων λαὸν, ἀπῄτει τὰ κρείττονα παρ' αὐτῶν εἰς δωροφορίαν, τὴν κατὰ νόμον λατρείαν μεθιστάναι προστάττων εἰς πνευματικὴν καρποφόρησιν, καὶ μεταπλάττειν τὸ γράμμα προτρέπων εἰς ἀλήθειαν. ἀλλ' ἐλεγχόμενοι χαλεπαίνουσι, καὶ πλήττονται μὲν τῷ πατρῴῳ φθόνῳ, φονῶσι δὲ καὶ ἀδίκως κατὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. ἠπάτησεν ὁ Κάϊν τὸν Ἄβελ, καὶ λαβὼν εἰς τὸ πεδίον ἔδειξε νεκρόν· ἠπάτησαν ὁμοίως τὸ ὅσον ἐφ' ἑαυτοῖς Ἰουδαῖοι τὸν Χριστὸν ἐν σχήματι φίλου τὸν προδότην ἀποστείλαντες, ὃς ἵνα παραδῷ πρὸς αὐτὸν ἀφιγμένος ἀπατηλῶς κατησπάζετο λέγων "Χαῖρε ῥαββί." ἀλλὰ καὶ λαβόντες αὐτὸν εἰς τὸ πεδίον, τουτέστιν, ἔξω τῆς πύλης διεχρήσαντο. "ἔξω γὰρ τῆς πύλης" πέπονθε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστός. ὁρᾷς οὖν ὅπως τῷ μὲν Ἁβραὰμ ἢ τοῖς ἐξ ἐκείνου γεγονόσι προσεχῶς κατ' οὐδένα τρόπον ἐοικότες ἁλίσκονται, τοῦ δὲ ἰδίου καὶ πρέποντος ὄντως αὐτοῖς πατρὸς ἔχουσι τὴν εἰκόνα, σύμμορφόν τε καὶ συγγενῆ τὴν κακίαν αὐτῷ νοσοῦντες ἐκτόπως, δικαίως ἀκούουσιν Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν