Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.99
Not analysed yet
καλῶν θηριοπρεπῶς διεχρήσατο, καὶ πρῶτον μὲν ἐπὶ γῆς ἀπετέλει νεκρὸν, οἰηθεὶς, κατά γε τὸν ἐν τῷ εἰκότι λόγον, ὅτι πάντως εἴσω γενήσεται θαύματος, οὐκ ἔχων ἔτι τὸν εἰδότα νικᾶν. ἀλλὰ καὶ φονεύσας ἐψεύδετο. λέγοντος γὰρ τοῦ Θεοῦ "Ποῦ Ἄβελ ὁ ἀδελφός σου;" τό Οὐκ οἶδά φησιν, ἐκ πολλῆς δὲ λίαν τῆς ἀπονοίας προσετίθει θερμῶς "Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου ἐγώ εἰμι;" μόνον γὰρ οὐχὶ καὶ τοῦτό φησιν εἰπεῖν Ὁ στεφανώσας ἀδίκως τί ὠφέλησας αὐτὸν ὁ φυλάττων αὐτόν; ὁρᾷς οὖν καὶ μάλα σαφῶς ἤδη ἐν αὐτῷ τῆς τοῦ διαβόλου κακίας ὅλον ὥσπερ ἀπηκριβωμένον τὸ εἶδος, καὶ τὴν συμμορφίαν τοῦ τρόπου κατὰ τὸ ἴσον τε καὶ ὅμοιον σχῆμα διαπεπλασμένην; Ἡκέτω τοίνυν ὁ λόγος καὶ κατ' εὐθὺ τῆς Ἰουδαίων ἀνοσιότητος, καὶ τῆς τοῦ Κάϊν φαυλότητος περιτιθέντες αὐτοῖς τὴν ὁμοίωσιν, ταῦτα δεικνύωμεν ἐπιχειροῦντας κατὰ Χριστοῦ, ὅσα κατὰ τοῦ Ἄβελ ἐκεῖνος, ἵνα δικαίως αὐτοῖς καὶ πρεπόντως ἤδη λοιπὸν ὀνομάζοιτο πατήρ. οὐκοῦν πρωτότοκος μὲν ὁ Κάϊν, καθάπερ εἰρήκαμεν, πρωτότοκος δὲ πάλιν ὡς ἐν Θεοῦ τέκνοις τοῖσδε κατὰ θέσιν ὁ Ἰσραὴλ, κατὰ τὸ εἰρημένον πρὸς Μωυσῆν "Υἱὸς πρωτό"τοκός μου Ἰσραήλ." προσκεκόμικεν ἐκεῖνος τὰ ἀπὸ γῆς εἰς θυσίαν τῷ Θεῷ, ἀλλ' "οὐ προσέσχε ταῖς θυσίαις αὐτοῦ," καθὰ γέγραπται· γεωδεστέρα δέ πως ἐστὶ καὶ τοῦ Ἰσραὴλ, κατὰ τὸ εἰρημένον, ἡ τοῦ νόμου λατρεία, διὰ μόσχων καὶ προβάτων καὶ καρπῶν τῶν ἀπὸ τῆς γῆς· ἀλλ' οὐδὲ προσδέχεται ταύτην ὁ Θεός· "Ἵνα τί μοι γὰρ, φησὶν, λίβανον "ἐκ Σαβὰ φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν;" ἀλλὰ καὶ διὰ φωνῆς Ἡσαΐου διαῤῥήδην ἀναβοᾷ "Τίς γὰρ ἐζήτησε "ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" εἶτα μετὰ τὸν Κάϊν εἰσέρχεται θύσων Ἄβελ ὁ δίκαιος ἀπὸ τῶν προβάτων. μετὰ γὰρ