Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.101
Not analysed yet
λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστὶ, καθὼς καὶ ὁ πατὴρ αὐτοῦ. ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω ὑμῖν, οὐ πιστεύετέ μοι. βλέπει μὲν ὁ τοῦ λόγου σκοπὸς πρὸς τὸν ἐν μέσῳ παροισθέντα καὶ ὑποδειχθέντα τῶν Ἰουδαίων πατέρα, φημὶ δὲ τὸν Κάϊν, ἐκπλατύνεται δὲ πρὸς τὸ γενικώτερον. οὐ γὰρ μέχρι τῶν ἐκείνου τρόπων τὴν τῶν λεγομένων ἵστησι δύναμιν, περιτίθησι δὲ τῷ κατ' ἐκεῖνον παντὶ τὸ ὡς ἐφ' ἑνὸς ἰδικῶς ἐπὶ παντὸς ὁμοίου τιθείς. ὅταν γὰρ, φησὶν, ὁ Κάϊν ἤτοι κατ' ἐκεῖνον ἕτερος ψεύστης λαλῇ τὸ ψεῦδος ἐξ ἰδίας ὥσπερ συγγενείας λαλεῖ. ἃ γὰρ ἔχει μαθὼν παρὰ τῶν ἡγουμένων, καὶ τοῦ τῆς κακίας δεδωκότος τὴν ἀρχὴν, τινὰ καθάπερ φυσικὴν ἐπιτηδειότητα τὸ ψεύδεσθαι ποιησάμενος τὸν ἑαυτοῦ μιμεῖται πατέρα. λαλεῖ γὰρ τὸ ψεῦδος· διὰ τοῦτο, φησὶν, ἐπείπερ αὐτῷ καὶ φιλοψεύστης γέγονε πατὴρ, ἄγεται δὲ ὥσπερ τισὶ φυσικοῖς ἤδη θεσμοῖς εἰς δυσγένειαν τὴν παππῴαν τε καὶ πατρικὴν, καὶ δεικνύει μὲν ἐν ἑαυτῷ τὴν ἐκείνων φαυλότητα, διαφανεστάτην δὲ ὥσπερ εἰκόνα τῶν ἰδίων ἠθῶν τε καὶ τρόπων τὴν ἐν τοῖς προγόνοις μοχθηρίαν πεποιημένος, ἐπαυχεῖ που πάντως τοῖς ἰδίοις κακοῖς. ὅτε τοίνυν ταῦθ' οὕτως συμβαίνειν ἔθος, καὶ ἡ τῶν ἀρχαίων φαυλότης ἐγχαραττομένη τοῖς ὁμοηθέσιν ἐκείνων αὐτοὺς καὶ παῖδας ὀνομάζεσθαι ποιεῖ, τί τὸ κωλύον ἐστὶ τὴν ἀλήθειαν λέγοντι καί μοι πιστεύειν ὑμᾶς, ὅτι δὴ πάντως ἐξ ἀληθοῦς πέφηνα Πατρὸς, καὶ καθάπερ ἤδη προεῖπον "Ἐκ "τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω;" εἰ γὰρ ψεύδεταί τις ἐπειδὴ ψεύστην ἔχει τὸν πατέρα, καὶ ἐξ ἰδίας ὥσπερ συγγενείας ἐκεῖθεν λαλεῖ, πῶς οὐκ ἀναγκαῖον λέγοντα κἀμὲ τὴν ἀλήθειαν νοεῖσθαι δὴ πάντως ἐξ ἀληθοῦς γεγεννῆσθαι Πατρὸς καὶ οὐ, καθάπερ ὑμεῖς δυσσεβοῦντες ὑπετοπήσατε, τῶν ἐπιγείων τινὸς ἐκ πορνείας καὶ συνόδου τῆς οὐ κατὰ νόμον; Τοιούτοις μὲν οὖν χρήσαιτ' ἂν ῥήμασι πρὸς Ἰουδαίους ὁ Κύριος· ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνθρώπων ἤγουν πνευμάτων