Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.109
Not analysed yet
προσγράφοντος· διὰ δὲ τοῦ τέκνα λέγειν τοὺς Ἰουδαίους τοῦ Σατανᾶ, κατακρίνοντος ὡς μεμολυσμένους, καὶ πάσης ἀκαθαρσίας ἀνάπλεω ἔχοντας τὸν νοῦν, ὅπερ ἐστὶ καὶ ἀληθές. οὐκοῦν Σαμαρείτην μὲν διὰ ταῦτα, δαιμονᾶν δὲ πάλιν φασὶν, ὅτι τοῖς δαιμονίοις ἔθος τὴν Θεῷ χρεωστουμένην εἰς ἑαυτὰ μετατιθέναι τιμὴν, καὶ τὴν τοῦ Θεοῦ δόξαν ἁρπάζειν ἀφειδῶς. αὐτὸ δὲ δὴ τοῦτο δρᾶν οἴονται τὸν Χριστὸν, ὅταν ἑαυτὸν ἄνθρωπος ὢν ὡς εἰς Θεοῦ τόπον εἰσφέρῃ λέγων "Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ "ἀκούει." ὑπεμφαίνει γὰρ ὡς περὶ τῶν ἰδίων ῥημάτων τὰ τοιαῦτα, φησί. τῆς μὲν οὖν λοιδορίας, μᾶλλον δὲ τῆς δυσφημίας, τῆς κατ' αὐτοῦ πρόφασις αὕτη τοῖς Ἰουδαίοις καὶ ἀφορμὴ πρὸς τὸ ἐκεῖνα λέγειν, ἅπερ αὐτοῖς τὴν αἰώνιον ἠῤῥαβωνίζετο φλόγα. ἔπεισι δέ μοι θαυμάσαι κἀν τούτῳ πάλιν αὐτούς. ὀργιζόμενοι γὰρ, ἐπείπερ υἱοὶ διαβόλου καὶ ψεῦσται πολλάκις ἐκλήθησαν, ἔργῳ δεικνύουσι προσὸν αὐτοῖς τὸ ἔγκλημα, ὃ καὶ μᾶλλον ἐχρῆν διὰ τῆς εἰς ἀρετὴν ἀποτρίβεσθαι ῥοπῆς. τὸ γὰρ ὅλως διαλοιδορεῖσθαι φιλεῖν, καὶ τὰ μὴ προσόντα τισὶν ὡς προσόντα λέγειν, οὐ τοῖς ἐν τέκνοις Θεοῦ κατατεταγμένοις, ἀλλὰ υἱοῖς διαβόλου πρεπωδέστατον. λοιδοροῦσι δὲ οὐ μόνον οἱ δειλαιοὶ, οἳ καὶ τῆς ἑαυτῶν καταψεύδονται κεφαλῆς, ἵνα μὴ λέγω Χριστοῦ, ἀλλὰ γὰρ καὶ καλῶς τοῦτο διισχυρίζονται δρᾶν, οὐδὲ ὅσον εἰπεῖν καταγινώσκοντες τῆς φαυλότητος, ὅπερ ἐστὶ τυφλότητος τελειοτάτης ἀπόδειξις. Ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. Ἐν πραότητι μὲν ὁ λόγος, γέγονε δ' οὖν ὅμως ἐν ἤθει