Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.110
Not analysed yet
πολλῷ. ἐμφατικώτατα γὰρ τό Ἐγὼ δαιμόνιον οὐκ ἔχω, φησὶν, ἑαυτὸν δὲ ὥσπερ ἀντιδιαστέλλων ἐκείνοις, τῆς μὲν ἐπὶ τούτῳ λοιδορίας ἐλεύθερον ἀποφαίνει, δεικνύει δὲ μᾶλλον ἐπ' αὐτῶν τὸ εἰρημένον ἀληθές. εἰ μὴ γὰρ αὐτοὶ τὸ δαιμόνιον εἶχον ἀληθῶς, κἂν ἀπέφριττον εἰκότως δαιμονῶντα καλεῖν τὸν διὰ τῶν ἔργων αὐτοῖς μαρτυρηθέντα Θεόν. εὐφυέστατα τοίνυν τό Ἐγὼ, φησὶν, οὐκ ἔχω, μετατιθεὶς ὥσπερ ἐπ' ἐκείνους τὸ εἰρημένον καὶ αὐτοῖς μᾶλλον ἀπονέμων αὐτὸ διὰ τὸ οὕτως ἔχειν κατὰ ἀλήθειαν. ἐγὼ τοίνυν οὐκ ἔχω, φησὶν, ἀλλ' ὑμεῖς δηλονότι τὸ δαιμόνιον, τιμῶ δὲ τὸν ἐμαυτοῦ Πατέρα, Θεὸν ἐμαυτὸν καὶ ἐκ Θεοῦ πεφηνέναι λέγων, καὶ ὅτι οὐκ ἔγνων ἁμαρτίαν διισχυριζόμενος. ἔδει γὰρ ἔδει Θεὸν εἶναι τὸν ἐκ Θεοῦ, καὶ τὸν ἐκ τοῦ μὴ εἰδότος ἁμαρτίαν κατὰ τὸν ἐξ οὗπέρ ἐστιν ὁρᾶσθαι τοιοῦτον. ἢν δὲ ὡς ἀνάγκη συμβῆναι τὸ ἐναντίον, εἰς τὸ προσκρούειν ὑμῖν παραιτούμενος, τοῖς οὐχ οὕτω λαμπροῖς ἐχρησάμην λόγοις· οὐ γὰρ ἂν ἐτιμήθη Θεὸς Υἱὸν ἔχειν νοούμενος τὸν οὐκ ὄντα Θεόν· οὐκ ἂν ἐτιμήθη φησὶν ὁ Πατὴρ, εἰ τοῦ καταπίπτοντος εἰς ἁμαρτίαν ὠνομάσθη ὁ πατήρ φησιν. οὐκοῦν ἐμαυτῷ τὰ κάλλιστα μαρτυρῶν, δυσφημῶν μέν φησιν οὐδαμῶς, καθάπερ ὑμεῖς ὑπολαμβάνετε, τιμῶν δὲ μᾶλλον τὸν γεννήτορα. τιμῶ δὲ πάλιν αὐτὸν καὶ καθ' ἕτερον τρόπον· φημὶ γὰρ δικαίως περὶ ὑμῶν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστὲ, ἐπεὶ μηδὲ θέμις τοὺς εἰς τοῦτο πονηρίας ἥκοντας καὶ πάσῃ φαυλότητι βεβαπτισμένους, ἐκ Θεοῦ εἶναι λέγειν. τιμᾷ γὰρ καὶ οἰκειότητος ἀξιοῖ τῆς πρὸς αὐτὸν οὐ τὸν ψεύστην καὶ λοίδορον καὶ δύσφημον καὶ ἀλαζόνα καὶ ὑβριστὴν, οὐδὲ τὸν ἀδίκως φονᾶν εἰωθότα, ἀλλὰ τὸν ἐπιεικῆ καὶ πρᾶον καὶ εὐσεβῆ καὶ φιλόθεον καὶ ἀγαθόν. οὐκοῦν καὶ κατὰ τοῦτο