Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.12
Not analysed yet
ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστὲ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. ἜΔΕΙΞΕΝ ἐν τούτοις εὖ μάλα καὶ σαφῶς, τί μὲν ἂν νοοῖτο τό Ἄνω, τί δὲ τό Κάτω. ἐπειδὴ γὰρ δυναμένους συνιέναι μηδὲν εἰκὸς δήπου τοὺς Φαρισαίους σωματικώτερον τοῖς εἰρημένοις προσβαλεῖν, καὶ τὸ ἄνω τε καὶ κάτω τοπικῶς ἐκλαβεῖν, καὶ εἰς πολλὰς ἐντεῦθεν ἐννοίας περιπλανᾶσθαι, χρησίμως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ δοκοῦντος ἐπεῤῥίφθαι περιβλήματος καὶ ἀσαφείας ἁπάσης ἀπογυμνοῖ τὸν λόγον, λευκότερον ὥσπερ καὶ εἰσαῦθις αὐτοῖς παραθεὶς ὅπερ εἴρηκεν αἰνιγματωδῶς. Ὑμεῖς γάρ φησιν ἐκ τούτου τοῦ κόσμου ἐστὲ, τουτέστι τοῦ κάτω· ἐγὼ οὐκ εἰμὶ ἐκ τούτου τοῦ κόσμου, οὐκοῦν τοῦτό ἐστι τὸ ἄνω. ὑπερτρέχει δὲ ἅπαν τὸ ἐν γενέσει Θεὸς, οὐ τοπικοῖς ὑπερέχων ὑψώμασιν· εὔηθες γὰρ καὶ ἀνόητον κομιδῇ τὸ ἐν τόπῳ νοεῖν τὸ ἀσώματον· ἀλλὰ τοῖς τῆς φύσεως ἀῤῥήτοις πλεονεκτήμασιν ὑπερανίσχων τὰ γενητά. ταύτης ἑαυτὸν εἶναι τῆς οὐσίας φησὶν ὁ Λόγος, οὐκ ἔργον, ἀλλὰ καρπὸν καὶ γέννημα. ἐπιτήρει γὰρ ὅπως οὐχ ἁλίσκεται λέγων Ἄνωθεν ἐγὼ γέγονα καὶ πεποίημαι, μᾶλλον δὲ τό Εἰμὶ, ἵνα δείξῃ καὶ ὅθεν ἐστὶ, καὶ ὅτι