Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.111
Not analysed yet
τιμῶ τὸν Πατέρα, τῆς πρὸς αὐτὸν οἰκειότητος ἔξω τιθεὶς τοὺς ἐπ' ἀκράτῳ πονηρίᾳ κατεγνωσμένους, ὑμεῖς δὲ καὶ τοῦτο ποιοῦντα πάλιν ἀτιμάζετε, καὶ τοῖς ἐπαίνοις τοῖς περὶ τοῦ Πατρὸς ἐπισκήπτοντες, ἵνα μὴ μόνον εἰς τὸν Υἱὸν, ἀλλ' ἤδη καὶ εἰς αὐτὸν δυσσεβοῦντες ἁλίσκησθε. εἰ γὰρ ἐμαυτῷ τὰ κάλλιστα μαρτυρῶν τιμῶ τὸν γεννήσαντα, ἀτιμάσει πάντως δήπου, φησὶν, ὁ τὸν ἐξ αὐτοῦ τοῖς ἐσχάτοις περιβάλλων ὀνείδεσι. πανταχόθεν τοιγαροῦν καὶ τοῖς ἑαυτοῦ λόγοις συνίσταται Χριστὸς, καὶ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἀποφαίνει σαφῶς, καὶ δι' ὧν τιμᾶσθαι τὸν Πατέρα φησὶ, τῆς πρὸς αὐτὸν οἰκειότητος τῆς τῶν ἀνοσίων πληθύος ἐξωθουμένης, ἀλλοτρίους Ἰουδαίους παντάπασιν ἀποφαίνει Θεοῦ. τί γὰρ τῶν ἐκεῖνα λεγόντων ἀνοσιώτερον; Ἐγὼ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. Ἀληθὲς ἐν τούτοις ὁρᾶται διαφανῶς τὸ διὰ τοῦ Πέτρου περὶ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον "Ὃς λοιδορούμενος οὐκ "ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρί"νοντι δικαίως." βλέπετε γὰρ ὅπως τὰ πάντων καίτοι χείριστά τε καὶ ἀπηχέστατα τὰ παρὰ τῶν ἀνοσίως ἐμπαροινούντων αὐτῷ, καὶ τοῦτο πολλάκις [καὶ οὐκ] εἰσάπαξ ἀκούων, ἐπιμένει τῇ οἰκείᾳ χρηστότητι, καὶ τοῦ πρέποντος αὐτῷ κατ' οὐδένα τρόπον ἐξίσταται, πρὸς ὑποτύπωσιν καὶ τοῦτο δρῶν ἡμετέραν, ἵνα "τοῖς ἴχνεσιν αὐτοῦ" κατακολουθεῖν σπουδάζοντες, μὴ "λοιδορίαν ἀντὶ λοιδορίας," μὴ ἕτερόν τι "κακὸν "ἀντὶ κακοῦ" τοῖς ἐθέλουσι λυπεῖν ἀντιδιδόντες ἁλισκώμεθα, νικῶμεν δὲ μᾶλλον "ἐν τῷ ἀγαθῷ τὸ κακόν." ἐγὼ τοιγαροῦν οὐ ζητῶ τὴν δόξαν μου, φησὶ, καὶ οὐχ ὡς ἀκίνδυνον καθιστὰς τὸ ἐμπαροινεῖν αὐτῷ τοὺς ἐθέλοντας, ἀλλ' οὐδὲ