Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.112
Not analysed yet
προτρέπων εὐπετῶς εἰς ταύτην ἰέναι τινὰς τὴν δυσσέβειαν, τοῦτο λέγων ὁρᾶται, ἐκεῖνο δὲ μᾶλλον ὑποδηλοῖ, ἥκω γάρ φησιν, οὐ δόξαν τὴν παρ' ὑμῶν ἐμπορευσόμενος, ἀλλ' οὐδὲ ὅλως τιμῆς ἢ εὐκλείας γλιχόμενος. τεταπείνωκα γὰρ ἐμαυτὸν, ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, καὶ ἄνθρωπος γέγονα καθ' ὑμᾶς δι' ὑμᾶς. ὁ δὲ δούλου μορφὴν οὐκ ἀπαξιώσας λαβεῖν, ἐξὸν ἐν ἰσότητι διαμεῖναι τῇ πρὸς Θεὸν καὶ Πατέρα, καὶ τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἐντρυφᾶν, πῶς ἂν ἔτι νοοῖτο δόξαν τὴν ὑπό του ζητῶν, καὶ οὐχὶ μᾶλλον ἐθελούσιον ὑπομεῖναι τὴν ἀδοξίαν διὰ τὸ ἑτέροις χρήσιμον; ἢ γὰρ τοῦτό φησιν ἐν τούτοις ὁ Κύριος, ἢ καὶ καθ' ἕτερον τρόπον οὐ ζητεῖν αὐτὸν τὴν ἑαυτοῦ δόξαν ὑποτοπήσομεν. παρὸν γὰρ αὐτῷ παραχρῆμα κολάζειν τοὺς ὑβριστὰς, καὶ τὰς ὑπὲρ τῆς δυσφημίας εἰσπράττειν δίκας, ὡς εἰς αὐτὸν ἀσεβοῦντας τὸν ἁπάντων Κύριον· φέρει τὸ λυποῦν ἡσυχῇ, καὶ διεκαρτέρει τοσοῦτον ὡς μηδ' ὅσον εἰπεῖν ἀντιλυπῆσαι λόγῳ ψιλῷ τοὺς ἀλαζόνας ἐθέλειν· ἀλλ' ἵνα μὴ φαίνηται τὸ δυσσεβεῖν εἰς Θεὸν τοῖς τυχοῦσιν ἱππήλατον, ἀναγκαίως αὐτοῖς ὥσπερ ἐπιτείχισμά τι διακωλύων εἰς τοῦτο βαδίζειν εὐθέως, τὴν τοῦ Πατρὸς ἀντέταξεν ὀργήν. ἀνεξικακοῦντος γὰρ τοῦ Υἱοῦ, καὶ τὴν ἰδίαν οὐ διεκδικοῦντος παραχρῆμα δόξαν, οὐκ ἀνέξεταί φησιν ὁ Πατήρ· ἔκδικος γὰρ ἔσται, καὶ τοῖς ὑβρισταῖς ἐπαναστήσεται, οὐχ ὡς ἑτέρῳ συνασπίζων τυχὸν, οὐδὲ ὡς ἑνὸς τῶν ἁγίων ὑβρισμένου λυπεῖσθαι θέλων καὶ πρέπειν οἰόμενος, ἀλλ' ὡς εἰς αὐτὸν ἀναβαινούσης τῆς ἁμαρτίας· οὐδὲν γὰρ ὅλως τὸ μεσολαβοῦν Πατέρα καὶ τὸν Υἱὸν, ὅσον εἰς οὐσίας ταυτότητά φαμεν, κἂν ἰδίως ἑκάτερος ὑπάρχειν νοοῖτο. διὰ γάρ τοι τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν ἑτέροις φησίν "Ὁ μὴ τιμῶν τὸν Υἱὸν,