Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.113
Not analysed yet
"οὐδὲ τὸν Πατέρα τιμᾷ." ἔχει γὰρ ἐν ἑαυτῷ φυσικῶς ὁ Υἱὸς τὸν Πατέρα συνδοξαζόμενόν τε καὶ ἑκάτερον δηλονότι συνυφιστάμενον· ἔχει δ' αὖ πάλιν ἐν ἑαυτῷ ὁ Πατὴρ τὸν Υἱὸν ὥσπερ κοινωνὸν τῆς οὐσίας, οὕτω καὶ τῆς ἐφ' ἅπασι δόξης. κολασθήσονται τοίνυν οἱ τάλανες Ἰουδαῖοι διὰ τῆς εἰς τὸν Κύριον καὶ Υἱὸν δυσφημίας, εἰς ὅλην δυσσεβήσαντες τὴν ὁμοούσιον καὶ ἁγίαν Τριάδα, καὶ τὴν ἁπάντων βασιλίδα φύσιν, ὡς ἐν τῷ Υἱῷ λυπήσαντες. Παραιτητέον τοιγαροῦν παντὶ τῷ γε ὅλως σωφρονεῖν εἰωθότι, τὸ κατά τι γοῦν τῷ ἀγαθῷ προσκρούειν Θεῷ. οὐ γὰρ ἐπείπερ οὐκ ἐπάγει παραχρῆμα τοῖς εἰς αὐτὸν πλημμελοῦσι τὴν ὀργὴν διὰ τοῦτο πάντως ὑπτιωτέον. ἀγαθὸς μὲν γάρ ἐστι, "Μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν, ἀλλ' ἐὰν μὴ "ἐπιστραφῶμεν τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει" κατὰ τὸ γεγραμμένον, καὶ ἐντενεῖ τὸ τόξον αὐτοῦ καθ' ἡμῶν, ἐν ᾧ τοῦ θανάτου τὰ σκεύη, τουτέστι, πᾶν εἶδος αἰκίας καὶ ἀφορήτου συμφορᾶς. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον μου τηρῇ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα. Περιττὸν ἀποφαίνει τὸ καὶ μακρὰς ἀντεπάγειν τὰς ἀπολογίας τοῖς εἰωθόσι φιλοψογεῖν. ἀποκλίνει γὰρ ἐφ' ὅπερ ἦν ἀναγκαῖον, τὸ καλεῖσθαί φημι διὰ πίστεως εἰς τὴν αἰώνιον ζωὴν, μόνον δὲ οὐχὶ τὸ ἐῤῥῶσθαι φράσας τοῖς ἐξ ἀμαθίας λελυπηκόσι, τέχνῃ τινὶ πάλιν τὸν οἰκεῖον ἀναμίσγει λόγον. προειρηκὼς γὰρ ὡς περὶ Θεοῦ ὅτι "Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ "ῥήματα τοῦ Θεοῦ ἀκούει," παραχρῆμά φησιν Ἐάν τις τὸν ἐμὸν λόγον τηρῇ, δεικνὺς ἑαυτὸν κατὰ φύσιν ὄντα Θεὸν, ἀπό τε τούτου διδάσκων μηδεμίαν τοῖς Ἰουδαίοις περιλελεῖφθαι δυσσεβείας ὑπερβολὴν, ὅτε καὶ δαιμόνιον ἔχειν εἰρήκασι τὸν