Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.114
Not analysed yet
ζωὴν διδόντα τὴν αἰώνιον τοῖς ἐθέλουσι τηρεῖν τὸν λόγον αὐτοῦ. ἢ γὰρ οὐχὶ κατὰ φύσιν ὑπάρχων Θεὸς καὶ διὰ τούτου γνωσθήσεται; τίνι γὰρ ἂν ἑτέρῳ πρέποι τὸ δύνασθαι ζωοποιεῖν εἰσαεὶ τοὺς τῶν παρ' αὐτοῦ ἀκροωμένους λόγων, εἰ μὴ τῷ γε ὄντι κατὰ φύσιν Θεῷ; τηρεῖται γεμὴν ὁ λόγος ὁ θεῖος, οὐ παραβαίνοντός τινος τὴν θείαν ἐντολὴν, ἀλλ' ἐνισταμένου καὶ δρῶντος ἀμελλητὶ τὸ κεκελευσμένον, καὶ κατὰ μηδένα τρόπον ἐπ' ἀργίᾳ τῶν θείων κατηγορουμένου νόμων. ἐπιτήρει δὲ πάλιν ὅσην ὁ λόγος ἔχει τὴν ἀκρίβειαν· οὐ γὰρ ἠνέσχετο λέγειν Ἐάν τις τὸν ἐμὸν ἀκούσῃ λόγον, ἀλλ' Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ. δέχονται μὲν γὰρ εἰς οὖς τὸν τοῦ Θεοῦ λόγον, οὐκ ἄνθρωποι μόνον ἁμαρτίας ἔνοχοι, ἀλλὰ καὶ αὐτὸ τῶν δαιμόνων τὸ ἀνόσιον στῖφος· καὶ γοῦν ὁ πάντων ἡγούμενος Σατανᾶς, ὅτε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πειράζειν ἐτόλμα κατὰ τὴν ἔρημον, λακτίζων εἰς κέντρα διὰ πολλὴν ἠθῶν ἀγριότητα, καὶ θεῖον αὐτῷ παρετίθει λόγον "Γέγραπται φήσας ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ "σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου." οὐκοῦν οὐκ ἐν ἀκροάσει ψιλῇ τῆς σωτηρίας ὁ λόγος, οὐδὲ ἐν μόνῳ τῷ μαθεῖν ἡ ζωὴ, ἀλλ' ἐν τῷ τηρῆσαι τὸ ἀκουσθὲν, καὶ ὥσπερ τινὰ κανόνα καὶ ὁριστὴν τοῦ βίου, τὸν θεῖον αὐτῷ παρετίθει λόγον. φησὶ δὲ ὅτι θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα τῶν αὐτοῦ ῥημάτων ὁ βέβαιος φύλαξ, οὐχὶ πάντως ἀναιρῶν τὸ τεθνάναι σαρκὶ, ἀλλ' ἢ τὸν θάνατον εἶναι θάνατον μὴ λογιζόμενος ὡς Θεός· οὐδὲν γὰρ αὐτῷ τὸ νεκρὸν, καθὸ πέφυκε καὶ τὸ μὴ ὂν ἄγειν εἰς γένεσιν, καὶ τὸ ἐνεχθὲν κατεφθαρμένον εὐκόλως ζωοποιεῖν· ἢ θάνατον οὐκ ὄψεσθαι τοὺς ἁγίους φησὶν εἰς αἰῶνα τὸν μέλλοντα, ὃς δὴ καὶ κυρίως τε καὶ ἀληθέστερον αἰὼν εἰκότως νοοῖτο πέρας οὐκ ἔχων,