Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.120
Not analysed yet
αὐτοὺς ἀποτεθνήξεσθαι φῂς, μείζους δήπου πάντως καὶ ἐν ἀμείνοσι τῶν εἰρημένων εἰσὶ, κατ' αὐτὸ δὴ τοῦτο τὸ μὴ τεθνάναι. ἆρ' οὖν· εἰπὲ γὰρ, φασὶ, καὶ ἀπόκριναι διαπυνθανομένοις ἐκεῖνο· μείζων αὐτὸς εἶ τοῦ Ἁβραὰμ καὶ τῶν προφητῶν, ὁ καὶ μείζους ἐκείνων ἑτέρους ἀποτελεῖν ὑπισχνούμενος; ἆρ' οὐ τεθνήξῃ τεθνηκότων ἐκείνων, διαμενεῖς δὲ ἀθάνατος, ἄνθρωπος ὢν, καὶ ἀπὸ γῆς ἔχων τὸ σῶμα; πῶς οὖν ἂν ἐπιδοίης ἑτέροις ὃ οὐκ ἔχεις αὐτός; τεθνήξῃ γὰρ πάντως ἄνθρωπος ὤν. εἰ δὲ οὐκ εἶ μείζων Ἁβραάμ τε καὶ τῶν προφητῶν, τὸν κοινὸν ἐκείνοις ὑποστησόμενος θάνατον, οὐκ ἄρα δώσεις ἑτέροις ὃ μηδέ σοι πρόσεστιν ἀγαθόν· τοιαύτην τινὰ τὴν διάνοιαν ἔχει τὸ πλαγίως παρ' αὐτῶν εἰρημένον. καὶ μὴ θαυμάσῃς, εἰ πλέον οὐδὲν ἐννοοῦσι περὶ Χριστοῦ. ὡς γὰρ πολλάκις ἤδη διὰ πολλῶν εἰρήκαμεν, ἄνθρωπον αὐτὸν εἶναι ψιλὸν καὶ τῶν καθ' ἡμᾶς ἕνα νομίζουσι, τὸν ἑνωθέντα σαρκὶ Μονογενῆ Θεὸν Λόγον παντελῶς ἀγνοήσαντες, τίνα σεαυτὸν ποιεῖς, ἐξ ἀμέτρου φρενοβλαβείας μονονουχὶ καὶ ἐπανορθοῦν οἴονται πλημμελοῦντα τὸν Κύριον, καὶ ὥσπερ ἠγνοηκότι τὸ πρέπον, συμβουλεύουσι φρονεῖν τι μετριώτερον. ἠγνόηκας γὰρ ὦ οὗτος, φασὶ, τὴν ἑαυτοῦ φύσιν, ἐπελάθου δὲ ὥσπερ ἄνθρωπος ὢν, οὐκ ἠρκέσθης τῷ δοθέντι παρὰ Θεοῦ μέτρῳ· τίνα γὰρ σεαυτὸν ποιεῖς, ὁ καὶ τῆς παρ' αὐτοῦ φιλοτιμίας τὰ ἀμείνω δώσειν καθυπισχνούμενος, καὶ μείζονα κατορθώσειν τῆς ἐκείνου δυνάμεως ῥιψοκινδύνως εἰπών; κατακρίνουσι τοίνυν ὡς δυσφημήσαντα, καὶ σκορπίων δίκην ἐπιπηδῶσι λοιπὸν, ἐπιτιμᾶν δὲ χρῆναι καὶ σφόδρα δικαίως ὑπολαμβάνουσι τῷ Χριστῷ, ὡς τὸ μὲν τῆς ἀνθρωπότητος ἀτιμάζοντι μέτρον, ἀναπηδῶντι δὲ καὶ ἐξαλλομένῳ τοσοῦτον, ὡς ἐπέκεινα φέρεσθαι τῆς ἐνούσης δόξης τῷ πάντων Δεσπότῃ, ἀλλὰ