Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.13
Not analysed yet
συνῆν ἀϊδίως τῷ ἰδίῳ γεννήτορι. ὢν γάρ ἐστιν ὥσπερ καὶ ὁ Πατήρ· ὁ δὲ ὢν, καὶ τῷ ὄντι συνὼν ἀϊδίως, κατὰ τίνα δὴ τρόπον οὐκ ἦν, ἡ τῶν ἑτεροδοξούντων λεγέτω μωρία. Ἀλλ' ἴσως ἡμῖν ἀνταναστήσεται λέγων ὁ τῆς ἀληθείας ἐχθρός „Οὐκ ἀδιακρίτως εἴρηκεν ὁ Χριστός Οὐκ εἰμὶ ἐκ τοῦ „κόσμου, προσθεὶς δὲ τό Τούτου, δέδειχεν ἀκριβῶς, ὅτι καὶ „ἕτερός ἐστι κόσμος ὁ νοητὸς ἀφ' οὗπερ εἶναι δύναται. “Οὐκοῦν ἐν ποιήμασιν ὁ Υἱός· τοῦτο γὰρ ἡμῖν ὁ σὸς, ὦ οὗτος, διαπραγματεύεται λόγος· τετάξεται δὲ πάντως ἐν τοῖς γενητὴν ἔχουσι τὴν φύσιν ὁ Δημιουργὸς, ἀγγελικὸν δὲ ἴσως αὐτῷ καὶ δουλοπρεπὲς ἀξίωμα περιθεὶς τῶν τῆς δυσφημίας ἐγκλημάτων ἑαυτὸν ἀπηλλάχθαι νομίζεις. ἢ γὰρ οὐκ οἶσθα πάλιν ὅτι κἂν τὴν ἀνωτάτω στάσιν τε καὶ ἵδρυσιν ἀποδῷς αὐτῷ ἤπερ ἂν νοοῖτο παρὰ τοῖς ἁγίοις ἀγγέλοις, κἂν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ θρόνων ὁμολογεῖς ὑπάρχειν αὐτὸν, γενητὸν δ' οὖν ὅμως πιστεύσῃς, οὐδὲν ἧττον ὑβριεῖς; λόγος γὰρ ὅλως οὐδεὶς εἰς ἀξίαν τῷ Μονογενεῖ τῆς κατὰ τῶν ἄλλων ὑπεροχῆς, ἐστ' ἂν ὅλως νοῆται πεποιημένος. οὐ γὰρ ἐν τῷ προτετάχθαι τινῶν ἔχει τὴν δόξαν, ἀλλ' ἐν τῷ μὴ εἶναι γενητὸς, ὑπάρχειν δὲ μᾶλλον Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν. σὺ δὲ πάλιν ἡμῖν τὸν ἐκ Θεοῦ πεφηνότα, καὶ διὰ τοῦτο Θεὸν, τοῖς γενητοῖς ἐγκαταριθμεῖς, καὶ μέρος εἶναι τοῦ κόσμου λογίζῃ, καὶ εἰ μὴ τούτου τυχὸν, ἀλλ' οὖν ἑτέρου· διοίσει γὰρ ὅλως οὐδενὸς ὅσον εἰς τὸν τοῦ πεποιῆσθαι λόγον ἡ νοουμένη τῶν κόσμων διαφορά· εἶτα τὸν τῷ γεννήσαντι συνεδρεύοντα Λόγον, τοῖς δορυφόροις καὶ παραστάταις ἐγκαταλέγων οὐκ ἐρυθριᾷς; εἰ γὰρ οὐκ ἀκούεις τοῦ μὲν Γαβριὴλ λέγοντος πρὸς τὸν Ζαχαρίαν "Ἐγώ εἰμι Γαβριὴλ ὁ παρε-