Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.121
Not analysed yet
καὶ τὴν τῶν ἁγίων πατριαρχῶν τε καὶ προφητῶν πατοῦντι τιμήν· προσδοκῶσι γὰρ ἤδη καὶ διαῤῥήδην ἀναβοῶντος ἀκούεσθαι, δι' ὧν ἐρεθίζειν νομίζουσι, τό Τίνα σεαυτὸν ποιεῖς κακοτρόπως ἐπιφθεγγόμενοι, ὅτι μείζων εἰμὶ καὶ Ἁβραὰμ καὶ τῶν προφητῶν, εἰ καὶ ὅτι μάλιστα τοῦτο λέγων ἀληθὴς ἦν ὁ Κύριος, ἐπείπερ οὐδεὶς ἀνθρώπων λόγος εἰς τὸ συγκρίνεσθαι Θεῷ τῷ πάσης ἐπάνω φύσεως ὁρατῆς τε καὶ νοητῆς. Ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστι. Βλέπει μὲν ἅπας ὁ τοῦ λόγου σκοπὸς εἴς τε τοῦ Ἁβραὰμ τοῦ ἁγίου πρόσωπον καὶ τῶν προφητῶν, μετασχηματίζει δὲ πιθανῶς εἰς ἑαυτὸν τὸ δηλούμενον ὁ Σωτὴρ, οὐκ ἀγνοήσας ὅτι πρόχειρος εἰς ὀργὴν καὶ προφάσεως δίχα τῆς εἰς τοῦτο καλούσης ὁ Φαρισαῖος, καὶ προσθήκην ἀεὶ πρὸς τὸ χρῆναι μιαιφονεῖν ἀγριώτερον πᾶν ὁτιοῦν τῶν περὶ αὐτοῦ λαλουμένων ἐκδέχεται. φιλαμαρτήμονας γὰρ ὁ φθόνος ἐργάζεται τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ θερμότερον ἀναπείθει δυσφορεῖν, καὶ ἐφ' οἷς ἥκιστα χρῆν. τοιοῦτόν τι δὲ παραδηλοῦν πάλιν ἐθέλει Χριστός. ἐπεπήδων Ἰουδαῖοι καὶ ἀντέπραττον τοῖς παρ' αὐτοῦ λεγομένοις ἄνω τε καὶ κάτω τὸν μακάριον Ἁβραὰμ καὶ τοὺς προφήτας κατακόρως ὀνομάζοντες, καὶ διαῤῥήδην βοῶντες "Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν "Ἁβραὰμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον." εἶτα πρὸς τούτοις, καὶ ὡς τῇ τῶν ἁγίων ἁλλόμενον δόξῃ, καὶ ὑπεραιρόμενον πολὺ δὴ λίαν ὑπὲρ ἐκείνους, κατῃτιῶντο λέγοντες "Τίνα σεαυτὸν ποιεῖς;" ἔδει τοίνυν πρὸς ταῦτα σαφῶς ἀπολογεῖσθαι τὸν Κύριον, καὶ λέγειν ἐναργῶς, ὅτι Κρείττων εἰμὶ καὶ μείζων Ἁβραὰμ καὶ τῶν προφητῶν. ἀλλ' οὐκ ἂν οἰστὸν ἐποιήσατο τὸν λόγον ὁ μεγαλόφρων Ἰουδαῖος·