Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.122
Not analysed yet
ἠγανάκτησε γὰρ ἂν ἐπὶ τούτῳ τις εὐθὺς, καὶ φιλοπάτωρ εἶναι πλαττόμενος, καὶ τῇ τῶν ἁγίων δόξῃ συναγορεύειν ὑποκρινόμενος, θερμότερον ἂν ἐπέφυ κατὰ Χριστοῦ, καὶ δικαίως ἤδη μιαιφονεῖν ἐδόκει λελυπημένος· διὰ τοῦτο μετασχηματίσας εἰς ἑαυτὸν ὁ Κύριος τοὺς λόγους φησίν Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν ἡ δόξα μου ἐστὶν οὐδέν· μόνον γὰρ οὐχὶ τοῦτό φησι Μηδεὶς ἐφ' ἑαυτῷ φρονείτω μέγα τῶν ἐπὶ τῆς γῆς. εἰ γὰρ βουλοίμεθα διανοεῖσθαι καθ' ἑαυτοὺς, τίς ἡ ἀνθρώπου δόξα ἐστὶν, οὐδὲν οὖσαν αὐτὴν εὑρήσομεν· "Πᾶσα γὰρ "σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·" θαυμαστὸν οὖν ἄρα φησὶν οὐδὲν εἰ τετελεύτηκεν Ἁβραὰμ, καὶ μετ' ἐκεῖνον οἱ προφῆται. τί γὰρ ἡ ἀνθρώπου δόξα, τυραννουμένης τῆς φύσεως καὶ θανάτῳ καὶ φθορᾷ εὐμαράντῳ χόρτῳ διὰ τοῦτο παρεικασμένης; Εἰκὸς δὲ ὅτι μετασχηματίσας εἰς ἑαυτὸν εὐφυῶς τὸ προσὸν τῷ Ἁβραὰμ ἤτοι τοῖς προφήταις μέτρον, καὶ λέγων Ἡ δόξα μου οὐδέν ἐστιν, εἰς ἀνάμνησιν ἄγει τὸν Ἰουδαῖον τοῦ μὲν Ἁβραὰμ σαφέστατα λέγοντος περὶ ἑαυτοῦ "Ἐγώ εἰμι "γῆ καὶ σποδὸς," τῶν δὲ μακαρίων προφητῶν ἀνακεκραγότων πρὸς Θεόν "Μνήσθητι ὅτι χοῦς ἐσμεν." καὶ οὐ δήπου φαμὲν διὰ τοῦτο τῆς τῶν ἁγίων δόξης κατηγορεῖν τὸν δοξάζοντα αὐτούς. ἀλλ' ἦν ἀνάγκη λοιπὸν, καὶ ὁ τοῦ χρησίμου λόγος ἐκάλει πρὸς τὸ δεικνύειν αὐτὸν ὅσην ἔχει τὴν διαφορὰν ἡ θεία τε καὶ ἄῤῥητος αὐτοῦ φύσις πρὸς τὰ ὑποπίπτοντα θανάτῳ καὶ φθορᾷ. Ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με. Ὑπὲρ σαφηνείας ἀκριβοῦς καὶ θεωρίας τῶν σημαινομένων, τοῖς αὐτοῖς ἀποκεχρήσομαι λόγοις, καὶ διὰ τῶν αὐτῶν