Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.123
Not analysed yet
ἥξω ῥημάτων. ὡς ἄμαχον ζήτημα καὶ πρότασιν οὐκ εὐανάτρεπτον προτεινόντων τῶν Ἰουδαίων ἀεὶ καὶ λεγόντων "Μὴ "σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραὰμ, ὅστις ἀπέθανε; "καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς;" οἰομένων δὲ κατὰ ἀλήθειαν ὅτι καὶ τεθνήξεται, καὶ ὑποκείσεται καὶ αὐτὸς θανάτῳ καὶ φθορᾷ, καὶ οὐκ ἔσται μείζων κατὰ τοῦτο τοῦ τε Ἁβραὰμ καὶ τῶν ἁγίων προφητῶν, φρονούντων τε τὸ παράπαν οὐδὲν ὅλως μέγα περὶ αὐτοῦ· λοιπὸν ἀναγκαίως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ ἐκ τῆς τοῦ γεννήσαντος ἀϊδιότητος, ἀΐδιον αὐτὸν ὄντα δεικνύει· διὰ τοῦτό φησιν Ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με. τό Ἔστιν ἐν τούτοις οὐχ ἁπλῶς οὐδὲ ἀβασάνιστον νοεῖσθαι βουλόμενος, τεθεικὼς δὲ μᾶλλον αὐτὸ ὡς τοῦ εἶναι τὸν Πατέρα σημαντικόν. ὁ δὲ ἐκ τοῦ ὄντος Πατρὸς ἀῤῥήτως γεγεννημένος Υἱὸς, συνεπάγεται δήπου πάντως τὸ τοῦ γεννήσαντος ἴδιον, τουτέστι τὸ εἶναι. κρείττων οὖν ἄρα καὶ Ἁβραὰμ καὶ τῶν προφητῶν· οἱ μὲν γὰρ τεθνάασιν ὡς γηγενεῖς θνητῶν ὄντες πατέρων· ὁ δὲ ἐκ τοῦ ὄντος ἀπερινοήτως προελθὼν, ἐστὶν ἀεὶ δοξαζόμενος ὑπὸ τοῦ ἰδίου Πατρὸς, οὐχ ὡς δόξης ἐπιδεής· βασιλεὺς γὰρ τῆς δόξης ἐστίν· ἀλλ' ὡς ἔχων καύχημα, τὸ ἐξ ἀϊδίου γεννηθῆναι Πατρὸς, ἀΐδιός τε διὰ τοῦτο ὑπάρχων καὶ αὐτὸς, ἐπάγεται γὰρ οὐσιωδῶς τὸ τοῦ τεκόντος ἀξίωμα. ἀδικήσει τοιγαροῦν οὐδὲν εἰς ὑπόληψιν τὴν θεοπρεπῆ τὸν Υἱὸν, τὸ δόξαν αὐτοῦ λέγεσθαι τὸν Πατέρα, ἐπεὶ καὶ αὐτὸς ὁ Πατὴρ δοξάζεται τὸ ὅμοιον παρὰ τοῦ Υἱοῦ, οὐχ ὡς δόξης ἐπιδεὴς, ἀλλ' ἐπείπερ ἡγεῖται καὶ ἔχει δόξαν τὸ τοιούτου γεννήματος γνωσθῆναι Πατέρα, ἰδίου δηλονότι κατ' αὐτὸν τοῦ Θεοῦ. διὰ γάρ τοι τοῦτο καὶ αὐτὸς ὁ Υἱὸς ὡς πρὸς τὸν Πατέρα φησί "Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱὸς