Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.124
Not analysed yet
"δοξάσῃ σε." οὐκοῦν ἡ μὲν ἀνθρώπου δόξα τὸ παράπαν οὐδέν. πίπτει γὰρ τὸ ἀπὸ γῆς εἰς θάνατον, καὶ κατὰ γὰρ τὸ σῶμα, εἰ καὶ ἀναστήσεται. δοξάζεται μέν γε ὁ Μονογενὴς παρὰ τοῦ ἰδίου γεννήτορος, ὡς μετὰ τῶν ἄλλων ἁπάντων ἀγαθῶν καὶ τὸ ἴδιον ἔχων τῆς οὐσίας αὐτοῦ· ὅση δὲ αὐτοῦ πρὸς πᾶσαν τὴν κτίσιν ἡ διαφορὰ, καὶ ὁ μακάριος μελῳδὸς ὡς ἐν ὀλίγοις κατασημαίνει βοῶν "Οἱ οὐρανοὶ ἀπολοῦνται, "σὺ δὲ διαμενεῖς· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, "καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτοὺς καὶ ἀλλαγήσονται· "σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι." φθαρτὸν γὰρ πᾶν τὸ ποιηθὲν καὶ εἰ μήπω διέφθαρται τῇ θείᾳ βουλήσει πρὸς τοῦτο διακρατούμενον, ἄφθαρτος δὲ καὶ ἀΐδιος κατὰ φύσιν Θεὸς, οὐ τοῖς ἑτέρου θελήμασιν ἀποκερδαίνων αὐτὸ καθάπερ ἡ κτίσις, ἀεὶ δὲ ὑπάρχων ἐν ἰδίοις ἀγαθοῖς, ἐν οἷς ἐστι καὶ τὸ ἴδιον. Ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστι, καὶ οὐκ ἐγνώκατε αὐτόν. Διελέγχει πάλιν αὐτοὺς καὶ μάλα γοργῶς ὡς μόνην τὴν ἐν ῥήμασι, καὶ τοῦτο ψιλοῖς, φιλοθεΐαν ἐπιτηδεύοντας, πολὺ δὲ λίαν ἀφεστηκότας τοῦ κατὰ ἀλήθειαν εἰδέναι τὸν Θεὸν, μόνον δὲ οὐχὶ τὸ διὰ τοῦ προφήτου διηγγελμένον ἐπιφθέγγεται πάλιν αὐτοῖς, τότε μὲν γὰρ ἔλεγεν "Ἐγγίζει μοι ὁ "λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία "αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ·" νυνὶ δὲ χρησίμως, καὶ τῷ πάλαι συνηρμοσμένως τό Οὐκ ἐγνώκατε αὐτὸν ἐπιφωνεῖ. καὶ ἀληθὴς ὁ λόγος· οὐ γὰρ τὸ εἰδέναι τυχὸν ὅτι ἔστι Θεὸς, τοῦτο δὴ πάντως ἐστὶ καὶ γνῶσιν ἔχειν Θεοῦ· ὅτι γὰρ ὑφέστηκε καὶ ἔστιν ὁ Θεὸς, "καὶ τὰ δαιμόνια πιστεύουσι,