Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.125
Not analysed yet
"καὶ φρίττουσι," κατὰ τὸ γεγραμμένον. πρὸς δὲ τὸ γινώσκειν, ὅτι ἔστι, καὶ δόξας ἔχειν ἀκόλουθον περὶ αὐτοῦ τὰς αὐτῷ πρεπούσας καὶ χρεωστουμένας· οἷον δέ φημί τι· τὸν ὄντα Θεὸν τί μὲν ὄντως ἐστὶ κατὰ φύσιν, οὐκ ἂν οἶμαί τις πολυπραγμονήσαι σωφρονῶν· εὑρεῖν γὰρ ἀμήχανον· τὰ γεμὴν προσόντα αὐτῷ, καὶ μὴ προσόντα τυχὸν, ἐπιγνοίη τις ἂν καὶ λίαν εὐκόλως, τοῖς ἱεροῖς ὁμιλήσας γράμμασιν. ἴσμεν γὰρ καὶ πεπιστεύκαμεν ὅτι δυνατός ἐστιν· ἴσμεν δὲ ὅτι οὐκ ἔστιν ἀσθενὴς, ἴσμεν ὅτι ἀγαθός ἐστιν, ἴσμεν ὅτι οὐκ ἔστι πονηρὸς, ἴσμεν ὅτι δίκαιός ἐστι, καὶ πάλιν οὐκ ἔστιν ἄδικος. ἴσμεν ὅτι ἀΐδιός ἐστι, διακείμεθα καὶ πιστεύομεν ὅτι οὐκ ἔστι χρόνῳ πεπερασμένος, ἀλλὰ οὐδὲ πρόσκαιρος καθὰ καὶ ἡμεῖς. ἐν ῥήμασι καὶ φωναῖς φάσκοντες Ἰουδαῖοι τοίνυν ὅσον, διωμολόγουν σαφῶς Θεὸν ἑαυτῶν εἶναι τὸν Θεὸν, ἀγνοοῦντες αὐτὸν οὐδὲν ἧττον, ἀλλ' ὅσον τε ὅτι τε ἄφθαρτός ἐστι καὶ ἀΐδιος συνέντας οὐχ εὑρήσομεν. εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν, οἶμαι, πρὸς τοῦτο κατώλισθον ἀποπληξίας ὡς τεθνήξεσθαι προσδοκᾶν τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Υἱὸν Μονογενῆ· ἀλλ' οὐδ' ἂν αὐτῷ τὸν τοῦ Ἁβραὰμ καὶ τῶν προφητῶν προτείνοντες θάνατον ἀνοήτως ἔφασκον Τίνα σεαυτὸν ποιεῖς; ἢ γὰρ οὐχὶ καὶ σφόδρα ἐρεῖ τις εἰκότως ὡς ἦν ἀναγκαῖον τοὺς εἰδότας τίς ἐστι κατὰ φύσιν ὁ Πατὴρ, τοιοῦτον εἶναι πιστεύειν καὶ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον; ὅνπερ γὰρ τρόπον ἀπὸ γλυκείας πηγῆς γλυκὺ μὲν πάντως πρόεισι νᾶμα, καὶ ἀπὸ ξύλων εὐγενῶν εὐγενῆ πάντως ἔσται καὶ τὰ τικτόμενα· οὕτως οἶμαι δεῖν τὸν ἐκ τοῦ κατὰ φύσιν Θεοῦ, Θεὸν εἶναι πιστεύειν ἀληθῆ, καὶ τὸν ἐξ ἀϊδίου γεγεννημένον Πατρὸς, ἀΐδιον εἶναι κατὰ τὸν γεννήτορα· εὔκαιρον οὖν ἄρα κἀνθάδε πρὸς Ἰουδαίους εἰπεῖν "Ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ "σαπρὸν, ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ