Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.126
Not analysed yet
"καλόν. οὐ γὰρ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς "ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν." πῶς οὖν ἐνδέχεται, μᾶλλον δὲ πῶς οὐχ ἁπάσης ἐστὶ μωρίας ἀνάμεστον, τὸν ἐξ ἀθανάτου γεννηθέντα Πατρὸς θνητὸν εἶναι νομίζειν, καὶ τοῖς ἐφθαρμένοις ἐναρίθμιον ποιεῖσθαι τὸν οὐκ εἰδότα φθοράν; Ἐγὼ δὲ οἶδα αὐτόν· καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτὸν, ἔσομαι ὁμοίως ὑμῶν ψεύστης. Οὐκ ἐψευσάμην, φησὶν, Ἰουδαίοις λέγων "Ἐάν τις τὸν "ἐμὸν λόγον τηρήσῃ θάνατον οὐ μὴ ἴδοι εἰς τὸν αἰῶνα." δύναμαι γὰρ ἀπαθανατίζειν, ἐπείπερ οἶδα τοῦτο ποιεῖν ἰσχύοντα τὸν ἐξ οὗπέρ εἰμι, οἶδα κατὰ φύσιν ὄντα ζωὴν τὸν Πατέρα τὸν ἐμαυτοῦ. εἰμὶ τοιγαροῦν κατ' ἐκεῖνον κἀγὼ, ζωὴ δηλονότι κατὰ φύσιν, καὶ ζωοποιός. ἀρνησάμενος δὲ τὸ δύνασθαι ζωογονεῖν, ὡς ἀγνοῶν ἔσομαι τὸν Πατέρα, οὗ τὸ ἴδιον τῆς οὐσίας ἔχων ἐγὼ ζωοποιεῖν δύναμαι, καθάπερ ἐκεῖνος. οὐκοῦν ἔχειν μὲν ὁμολογῶ πάντα τὰ ἐν τῷ Πατρὶ, καὶ κατ' ἐκεῖνον ὑπάρχειν ἐμαυτὸν, διισχυριζόμενος διά τε τοῦ τὰ ἐκείνου δρᾶν ὑπισχνούμενος, οἶδα πάντως αὐτόν· λέγων δὲ μὴ ἔχειν ἀπαραποιήτως ἐν ἐμαυτῷ τὰ τοῦ Πατρὸς ἴδια, ψεύστης ἔσομαι καθ' ὑμᾶς, ὡς μὴ εἰδὼς τὸν Πατέρα. ἀλλὰ καὶ ὅτε φημὶ τὴν μὲν τοῦ Ἁβραὰμ καὶ τῶν προφητῶν οὐδὲν εἶναι δόξαν, ἐπείπερ ἦσαν ἐκ γῆς, καὶ ἄνθρωποι τὴν φύσιν, οἷς καὶ τὸ ἀποθνήσκειν οὐ ξένον, τὴν δ' ἐμὴν εἶναι δόξαν, τὸ ἀΐδιον τοῦ Πατρὸς, ὡς εἰδὼς τὸν Πατέρα, τὰ τοιαῦτά φημι· λέγων δὲ ὅτι φθαρήσομαι κατ' ἐκείνους, καὶ οὐκ εἰμὶ τῷ Πατρὶ συναΐδιος, ψεύσομαι καθ' ὑμᾶς, ἀγνοήσας τὸν ἐξ οὗπέρ εἰμι Πατέρα. ἀμήχανον γὰρ τὸν ἐκ τοῦ ὄντος καὶ ὡσαύτως ἔχοντος ἀεὶ, μὴ οὐχὶ πάντως εἶναί τε καὶ ὡσαύτως ἔχειν ἀεί. ἀΐδιον γὰρ τὸ ἐξ ἀϊδίου γεγεννημένον. ἁπλούστερον γὰρ τὸ προκείμενον ἐκλαβὼν ἐρεῖ τις αὐτὸ