Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.127
Not analysed yet
καθ' ἕτερον εἰρῆσθαι τρόπον. οἶδα, φησὶ, τὸν ἐμαυτοῦ Πατέρα· λέγων δὲ μὴ εἰδέναι καθ' ὑμᾶς ἔσομαι ψεύστης, τοὺς οὐκ εἰδότας μὲν τὸν Θεὸν, εἰδέναι δὲ φάσκοντας αὐτόν. Τίς δὲ ὁ τῆς εἰδήσεως τρόπος, καὶ ἐπὶ τίσι τοῦ μὴ εἰδέναι τὰ ἐγκλήματα, σαφῶς ἤδη διειρηκότες, περιττὸν ἐποίσομεν οὐδέν. Ἀλλ' οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ὅσον μὲν ἧκεν εἰς τὸ ἑτοίμως τῷ προκειμένῳ προσβάλλειν, ἐκεῖνό φαμεν, ὅτι λαλεῖ πάλιν ὡς ἄνθρωπος, καὶ καταβιβάζει πάλιν αὐτὸν εἰς τὰ ἡμέτερα Χριστὸς, τὸ δουλοπρεπὲς οὐκ ἀφιεὶς σχῆμα κατὰ καιρὸν τὸν πρέποντα. λέγει τοίνυν καὶ εἰδέναι τὸν Πατέρα καὶ τὸν λόγον αὐτοῦ τηρεῖν. καὶ οὐχὶ πάντως ἐροῦμεν ἀναγκαίως ἑαυτῷ τὰ τοιαῦτα προσμαρτυρεῖν, ἀλλ' οὐδὲ τῶν αὐτῷ πρεπόντων ἀπαριθμεῖσθαί τινα, τέχνη δέ τις ἀνεμίχθη τῷ λόγῳ πολλή. διὰ τοῦ γὰρ φάναι καὶ εἰδέναι τὸν Πατέρα καὶ τὸν λόγον αὐτοῦ τηρεῖν, οἷς ἔχειν αὐτὸς διισχυρίζεται, τἀναντία φρονοῦντας τοὺς Ἰουδαίους ἐπιδείκνυσιν, ὡς μήτε εἰδότας δηλονότι τὸν Θεὸν, μήτε μὴν οἰομένους ὅτι πρέποι τηρεῖν τὸν λόγον αὐτοῦ· ἢ γὰρ ἂν ἐδέξαντο καὶ μάλα προθύμως τὸν διὰ Μωυσέως καὶ τῶν προφητῶν προκεκηρυγμένον. εὑρήσομεν δέ πως καὶ παρ' ἡμῖν σχῆμά τι τοιοῦτον ἐν λόγοις εὐφυές τε καὶ κάλλιστον, ἐλέγχου μὲν ἔχον δύναμιν, καὶ ἠρέμα τισὶν ὑποδηλοῦν τὰ ἐν οἷς εἰσι κακὰ, ὑποτέμνον δέ πως τὸν εἰς τὸ διελέγχεσθαι θυμόν. οἷον ἔστω τις ἀνὴρ τυχὸν ἐπιεικὴς καὶ τὰ ἄλλα χρηστὸς, ὀνειδίζων τῷ κλέπτοντι καὶ τῷ μεθύοντι, καὶ λέγων Ἐγὼ ἄνθρωπός εἰμί τις ἐπιεικὴς, οὐ κέκλοφα τὰ ἑτέρων, ἀλλ' οὐδὲ μεμέθυσμαί ποτε. καὶ οὐ πάντως ὁ τοιοῦτος ἑαυτῷ διὰ τούτου μαρτυρεῖ, οὐδὲ οὕτως αὐτὸν οἰησόμεθα λαλεῖν, ἀλλ' ὧν ἔχει τἀναντία περιτιθέντα τοῖς ὀνειδιζομένοις. οὕτω τοιγαροῦν καὶ ὁ Κύριος