Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.128
Not analysed yet
ἡμῶν Ἰησοῦς ὁ Χριστὸς εἰδέναι φησὶ τὸν Πατέρα καὶ τηρεῖν τὸν λόγον αὐτοῦ, ἑτεροίως διὰ τοῦτο τοῖς ἀνοσίοις Ἰουδαίοις, τὸ μήτε εἰδέναι τὸν Θεὸν περιτιθεὶς, μήτε μὴν ἀνέχεσθαι τὸν παρ' αὐτοῦ λόγον, ἢ φυλακῆς τινος ὅλως ἀξιοῦν τὸν ἄνωθεν αὐτοῖς διορισθέντα νόμον. Εἰ δὲ χρὴ καὶ ἑτέρως τοῖς προκειμένοις ἐμβαλεῖν, καὶ λεπτότερόν πως ἰδεῖν τὸ πλαγίως ὑποδηλούμενον, καὶ τόδε πρὸς τούτοις ἐροῦμεν Οἶδεν ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, οὐ τοιαύτην ἔχων γνῶσιν, ὁποία πέρ ἐστιν ἡ ἐν ἡμῖν, ἀλλὰ θεοπρεπῆ τε καὶ ἀνεξήγητον. ὥσπερ γὰρ ὁ ἐξ ἀνθρώπου γεγεννημένος ἄνθρωπος, οὐ παρ' ἑτέρου τινὸς μαθὼν, ἀλλ' ἐξ ὧν ἐστιν αὐτὸς τὴν τοῦ γεννήσαντος οὐκ ἀγνοεῖ φύσιν· οὕτω καὶ ὁ Υἱὸς οἶδε μὲν ἐξ ὧν ἐστι τὸν ἑαυτοῦ γεννήτορα, τηρεῖ δὲ τὸν λόγον αὐτοῦ, τουτέστιν ὅλον ἔχει σωζόμενον ἐν ἑαυτῷ τῆς οὐσίας αὐτοῦ τὸν ὅρον· δηλοῖ γὰρ ὁ λόγος τὸν ὅρον. λόγος μὲν γὰρ ὁ ἀνθρώπου, τουτέστιν ὁ ὅρος τῆς οὐσίας αὐτοῦ, ζῷον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἀλλὰ γὰρ καὶ ἀγγέλου τυχὸν ὁ λόγος, ὅρος ἂν νοοῖτο τῆς οὐσίας αὐτοῦ. ἐπὶ δὲ Θεοῦ τοῦ κατὰ φύσιν ἡμᾶς μὲν λόγον ἢ ὅρον οὐκ ἔστι λαβεῖν· οὐ γὰρ ἴσμεν τί κατὰ φύσιν ἐστὶν, οἶδεν δὲ ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ γεγεννημένος οἶδεν τί κατὰ φύσιν ἐστὶν ὁ γεννήσας αὐτόν· ἀπὸ δὲ τῆς παρ' ἡμῖν συνηθείας λαβὼν καὶ τοῖς ἀνθρωπίνοις ἀποχρησάμενος ῥήμασι, τὸν λόγον τοῦ Πατρὸς, οἱονεὶ τὸν ὅρον τῆς οὐσίας αὐτοῦ, τηρεῖν ἐν ἑαυτῷ