Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.129
Not analysed yet
φησιν. ἔστι γὰρ εἰκὼν τοῦ τεκόντος αὐτὸν καὶ χαρακτὴρ οὐδαμόθεν παντελῶς εἰς ἀνομοιότητα κατηγορούμενος, ἔχων δὲ πάντα ἐν ἑαυτῷ τὰ τοῦ γεννήτορος θεοπρεπῆ τε καὶ ἐξαίρετα. Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη. Ἡμέραν ἐν τούτοις, οὐχ ἕτερόν τι φησὶ παρὰ τὸν τῆς ἐπιδημίας καιρὸν, καθ' ὃν ἡμῖν τὸ φῶς ἔλαμψεν τὸ ἀληθινὸν, καὶ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, λελυμένου ὥσπερ ἐν ἀχλύος τάξει τοῦ συνέχοντος ἡμᾶς τὸ τηνικάδε σκότου, τυραννοῦντος ἐπὶ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, καὶ πᾶσαν ὡς ἔπος εἰπεῖν τὴν οἰκουμένην ταῖς ἑαυτοῦ δυστροπίαις καταμελαίνοντός τε καὶ εἰς πολύθεον κατωθοῦντος πλάνην, διαφόρως τε τὸν ἑκάστου κατασκοτίζοντος νοῦν. διὰ τοῦτο καὶ ὁ θεσπέσιος μελῳδὸς ἡμέραν ὥσπερ εἰδὼς τὸν τριπόθητον τῆς ἐπιδημίας αὐτοῦ καιρὸν, προανεφώνει λέγων ἐν Πνεύματι "Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ "Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ." ἄλλως τε καὶ ἡμέραν ἔθος ἀποκαλεῖν τῇ θείᾳ γραφῇ τὸν ἑκάστου πράγματος καιρὸν, κατὰ τό "Ἡμέρα γὰρ Κυρίου "σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ταπει"νωθήσονται," καὶ πάλιν "Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύ"ρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς Κυρίου;" ἀλλὰ καὶ ἀπολεῖσθαι τοὺς τινῶν διαλογισμοὺς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ φησὶν ὁ μελῳδὸς, πάλιν ἡμέραν ὁρίζων τὸν τοῦ θείου καὶ προσδοκωμένου βήματος καιρὸν, καθ' ὃν οὐδὲν ὠφελήσει τοὺς ἐν κόσμῳ λαμπροὺς ἡ τῶν ἀρχαίων διαλογισμῶν ἀπάτη, καὶ τῆς ὀφρύος τῆς ἐπὶ πλούτῳ τὸ διάκενον φύσημα. Ἠγαλλιάσατο οὖν φησιν ὁ πατὴρ ὑμῶν Ἁβραὰμ ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη. καὶ πῶς ἢ πότε