Ancient Greek · ~7 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.14
Not analysed yet
"στηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς "σέ·" Ἡσαΐου δὲ πάλιν ὅτι "Εἶδον τὸν Κύριον σαβαὼθ "καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σερα"φεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ." καὶ τό γε παράδοξον, τὸν Υἱὸν ὁ προφήτης κατεθεᾶτο, καὶ Κύριον αὐτὸν ἀπεκάλει σαβαὼθ, καὶ ἐν βασιλέως τάξει δορυφορούμενον παρὰ τῶν ἀνωτάτω δυνάμεων εἰσφέρει. ὅτι δὲ τὴν τοῦ Μονογενοῦς δόξαν κατεθεᾶτο σαφῶς, μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης "Ταῦτα δὲ εἶπεν Ἡσαΐας ὅτι εἶδε τὴν δόξαν αὐτοῦ· "καὶ ἐλάλησε περὶ αὐτοῦ." διάτοι τοῦτο καὶ ὁ θεσπέσιος Παῦλος ἀπό τε τοῦ συνεδρεύειν αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἀπὸ τοῦ κεκλῆσθαι κατὰ φύσιν Υἱὸν, εἰς ἀκριβεστάτην ἐρχόμενος τοῦ μυστηρίου κατάληψιν, καὶ τῆς ἐπ' αὐτῷ θεωρίας συλλέγων τὴν γνῶσιν "Τίνι γὰρ εἶπέ φησι τῶν "ἀγγέλων ποτέ Υἱός μου εἶ σύ" ὁ Θεὸς δηλαδὴ καὶ Πατὴρ, "ἐγὼ σήμερον γεγέννηκά σε;" ἐν γὰρ τῷ Γεγέννηκα, τὸ φύσει Θεὸν ὑπάρχειν ἐκ Θεοῦ τὸν Υἱὸν σημαίνεται. καὶ πάλιν "Τίνι δὲ εἶπέν ποτε τῶν ἀγγέλων Κάθου ἐκ "δεξιῶν μου;" καὶ οὐ δήπου τὰ τοιαῦτα λέγων, ἢ ὡς ἄδικόν τι δρᾶν εἰωθότα καταιτιᾶται τὸν Θεὸν καὶ Πατέρα, ἢ ὡς τὴν τῶν ἀγγέλων ἀτιμάζοντα φύσιν, ὅτε τοῖς δευτέροις αὐτὴν ἔγνω τιμᾶν παρὰ τὸν Υἱόν· τί γὰρ δὴ τὸ διακωλύον, ἐρεῖ τις τυχὸν, ἐπείπερ ἐστὶ δίκαιος καὶ ἀγαθὸς ὁ Θεός τε καὶ Πατὴρ, σύνεδρον ἑαυτῷ καὶ τὴν τῶν ἀγγέλων ποιεῖσθαι φύσιν, εἴπερ ἐστὶν ὅλον ἐν γενητοῖς ὁ Υἱὸς καὶ ὁμογενὴς αὐτοῖς κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, κἂν ὑπεροχαῖς τισιν ἑτέραις τὸ ἐνὸν αὐτοῖς πλεονεκτῇ μέτρον, ὥσπερ οὖν ἡμᾶς ἐκεῖνοι τυχόν. ἀλλ' οὐκ ἄδικος ὁ Θεὸς καὶ Πατὴρ, ὁ τοῖς μὲν ἀγγέλοις παρεστάναι κελεύων, καὶ τοῦτο διδοὺς τῇ ἐκείνων φύσει τὸ ἀξίωμα σύνεδρον ἔχων τὸν ἴδιον Υἱὸν, ἐπείπερ οἶδε κατὰ φύσιν ὄντα Θεὸν, καὶ οὐκ ἀλλότριον τῆς οὐσίας αὐτοῦ