Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.138
Not analysed yet
πρὸ τῆς γενέσεως λέγει, καθ' ὃν οὐκ ὄντες ὅλως οὐδὲ ἡμάρτανον. Περὶ μὲν οὖν τῶν τοιούτων, καὶ ὅτι ληρούντων ἐστὶ καὶ παραπαιόντων ἐστὶν ἀληθῶς τὸ λογίζεσθαι πρὸ σωμάτων ἁμαρτῆσαι ψυχὰς, σεσωματῶσθαί τε διὰ τοῦτο, καὶ εἰς τόνδε τὸν περίγειον ἀφικέσθαι χῶρον, μακρὸς ἡμῖν γέγονε λόγος ἐν ἀρχῇ τοῦ εὐαγγελίου προκειμένου εἰς ἐξήγησιν καὶ θεωρίαν ἡμῖν "Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα "ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον," καὶ πάρελκον ἂν εἴη καὶ περὶ τούτων ἡμᾶς καὶ εἰσαῦθις διαλαβεῖν. πόθεν δὲ Ἰουδαίοις εἰς τοῦτο δόξης καὶ ὑπονοίας ἐλθεῖν συμβέβηκεν, ἀναγκαῖόν τε εἰπεῖν, καὶ ἐπιδεῖξαι σαφῶς ὅτι τὴν θείαν οὐκ ἰσχύσαντες νοῆσαι φωνὴν, λογισμοῦ τοῦ πρέποντος ἀπεσφάλησαν. Ἐσκηνοπηγεῖτό ποτε κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἐκάλει δὲ τὸν ἱεροφάντην Μωυσέα ὁ Θεὸς ἐν τῷ ὄρει Σινᾷ· ἀλλ' ὡς ἦν ἐκεῖσε μετὰ τοῦ Θεοῦ παρατείνων εἰς ἡμέρας τεσσαράκοντα τὸν ἀριθμὸν, μελλητὴς εἶναι τοῖς παρὰ τοῖς δήμοις ἐδόκει, οἳ καὶ μόνου τότε κατεξανίσταντο τοῦ Ἀαρὼν, καὶ πρὸς τὰς ἐν Αἰγύπτῳ ψευδολατρείας ἐξ ὀλιγωρίας κατασυρόμενοι κατεβόων λέγοντες "Ποίησον ἡμῖν θεοὺς οἳ "προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος "ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέ"γονεν αὐτῷ." εἶτα τί τὸ ἐντεῦθεν, οἶμαι δεῖν ἐπιδρομάδην εἰπεῖν. "ἐμοσχοποίησαν" κατὰ τὸ γεγραμμένον, καὶ ὠργίζετο δικαίως ἐπὶ τούτῳ Θεός· εἶτα καὶ ὅλην εἰσάπαξ ἀναλώσειν ἐπηπείλει τὴν Συναγωγήν. προσέπιπτεν ὁ Μωυσῆς, καὶ συγγνώμην ἐξῄτει διὰ μακρᾶς προσευχῆς· ἐπένευσε πρὸς τὴν ἄφεσιν ὁ πάντων Δημιουργὸς, καὶ κολάσειν μὲν οὐκ ἔτι τὸν λαὸν, πλὴν οὐ συναναβήσεσθαι πρὸς τὴν γῆν τῆς ἐπαγγελίας αὐτῷ διετείνετο, συνεκπέμψειν δὲ μᾶλλον αὐτοῖς ὥσπερ ἐν τάξει καθηγητοῦ τὸν ἴδιον ἄγγελον.