Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.139
Not analysed yet
ἐδυσχέραινε πρὸς τοῦτο Μωυσῆς, καὶ διὰ τὸ μὴ βούλεσθαι συναναβαίνειν τῷ λαῷ τὸν Θεὸν, κατεστοχάζετό πως καλῶς γε σφόδρα νοῶν ὅτι τελείαν οὔπω κατάληξιν ἔχει τὰ τῆς θείας ὀργῆς, ἐδεῖτο δὲ καὶ πάλιν ἐκτενῶς συμβαδίζειν αὐτοῖς τὸν Δεσπότην, οὐκ ἀρκέσειν τοῖς ἐξ Ἰσραὴλ τὴν ἀγγέλου μόνην χειραγωγίαν εἰδὼς, ἢ τάχα καὶ δεδιὼς τοῦ λαοῦ τὴν ἀσθένειαν, διά τε τοῦτο τὴν τῶν ἁγίων ἀγγέλων μισοπονηρίαν παραιτούμενος, τὸν δὲ ἀγαθὸν καὶ φιλάνθρωπον, καὶ τὸν ὅλων παμβασιλέα καὶ Κύριον συνεῖναι μᾶλλον τοῖς ἑτοιμότερον πταίουσι παρακαλῶν. ᾔδει γὰρ οὐχ ἅπαξ αὐτοῖς, ἀλλὰ καὶ πολλάκις συγγνωσόμενον, καὶ τὸν ἐφ' οἷς ἂν πλημμελῶσιν ἔλεον ἐπιδώσοντα. ἐπενεύετο δὲ καὶ πρὸς τοῦτο Θεός· εἶτα σημεῖον ἐζήτει παρ' αὐτοῦ πρὸς πληροφορίαν ἐναργῆ καὶ ἀπόδειξιν τοῦ δεδόσθαι τὴν συγγνώμην ὁλοσχερῶς τῷ ἰδεῖν αὐτόν· "Εἰ γὰρ εὕρηκα, φησὶ, χάριν "παρὰ σοὶ, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς ἴδω σε, ὅπως "ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι ὁ λαός "σου τὸ ἔθνος τοῦτο τὸ μέγα." ἐνήργει καὶ τοῦτο Θεὸς, ὡς ἦν ἐφικτὸν, πληροφορῶν εἰς ἅπαντα τὸν θεραπευτὴν τὸν οἰκεῖον, ὅτι καὶ παρῆκε τῷ λαῷ τὴν ἁμαρτίαν, καὶ ὅτι συναναβήσεται πρὸς τὴν γῆν τῆς ἐπαγγελίας αὐτῷ. εἶτα ταῖς ἐπαγγελίαις ὥσπερ τινὰ κορωνίδα διὰ τὸ λεῖπον ἐπιτιθεὶς, ἑτέρας αὐτῷ δύο πλάκας ἀναλαξεῦσαι προστάττει, συντριβεισῶν δηλονότι τῶν ἐν ἀρχῇ, πρὸς τὸ καὶ εἰσαῦθις αὐτῷ καταγράψαι τὸν νόμον, ἡμερότητος κἀν τούτῳ τῆς ἐπ' αὐτοῖς οὐ μετρίαν ποιούμενος τὴν ἀπόδειξιν. ἐπειδὴ δὲ καὶ πρὸς τοῦτο γέγονεν εὐτρεπὴς ὁ Μωυσῆς "Κατέβη Κύριος "ἐν νεφέλῃ, καθὰ γέγραπται, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ